- 텍스트

Dio, Chrysostom, Orationes, ΠΕΡΙ ΠΙΣΤΕΩΣ.? 2:

(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΠΙΣΤΕΩΣ. 2:)

καταλαβόντος ἐνίοτε, καὶ νὴ Δία εἴ τις ὑπ᾿ ἀνδρὸς βασιλέως ἢ τυράννου πιστεύοιτο χρυσίον ἢ ἀργύριον ἢ ναῦς ἢ ὅπλα ἢ ἀκρόπολιν ἢ ξύμπασαν τὴν ἀρχήν, ὥσπερ Λεπτίνης μὲν παρὰ τοῦ ἀδελφοῦ πολλάκις Συρακούσας παρέλαβε, Φίλιστος δὲ παρὰ τοῦ νεωτέρου Διονυσίου, μάγοι δὲ παρὰ Καμβύσου τὰ Περσῶν βασίλεια, ὅτε εἰς Αἴγυπτον ἐστρατεύετο, παρὰ δὲ Δαρείου Μιθράνης τὴν Σάρδεων ἀκρόπολιν, Περσαῖος δὲ παρὰ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, πολὺ δὲ τούτων πρότερον Ἀτρεὺς παῤ Εὐρυσθέως τὸ Ἄργος, ὅτε Εὐρυσθεὺς ἐπ᾿ Ἀθήνας ἐστρατεύετο, οὐκ ἐκδιδόντων Ἀθηναίων τοὺς Ἡρακλέους παῖδας:

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION