호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν προκαταλαμβάνουσιν αὐτοὶ λοιδοροῦντεσ καὶ τωθάζοντεσ, ὡσ ἀθλίουσ καὶ ἀνοήτουσ, εἰδότεσ ὅτι εἰ μὲν τούτουσ ἀποφανοῦσιν ἄφρονασ καὶ μαινομένουσ, ἅμα καὶ αὑτοὺσ ἀποδείξουσι σωφρονοῦντασ καὶ νοῦν ἔχοντασ· εἰ δὲ παραχωρήσουσιν, ὡσ τούτων ἃ χρὴ γιγνωσκόντων καὶ πολλοῦ ἀξίων, ἅμα καὶ αὑτοὺσ ὁμολογήσουσι δυστυχεῖσ καὶ ἀναισθήτουσ καὶ οὐδὲν εἰδότασ ἁπλῶσ ὧν προσήκει ἀνθρώπουσ ἐλευθέρουσ εἰδέναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기