호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τί δεῖ ταῦτα λέγειν; σχεδὸν γάρ τι καὶ τῶν Ἑλλήνων οἱ πλείουσ ὁμοίωσ πρὸσ τοῦτο ἔχουσι, καὶ οὐδὲν αὐτοὺσ ἡ ξυνήθεια ἀποκωλύει τὸ μὴ οὐκ ἐρεσχηλεῖν μηδὲ ὑβρίζειν, ἐπειδάν τινα ἴδωσι τοιοῦτον, λέγω δὲ τῶν πολλῶν καὶ ἀδόξων, οὓσ μὴ δεδοίκασιν ὡσ ἱκανοὺσ ἀμύνεσθαι· ἐπεὶ τούσ γε τοιούτουσ σχεδὸν δυσωποῦνται καὶ θαυμάζουσιν. τυχὸν οὖν τοιοῦτόν ἐστι τὸ γιγνόμενον. τοὺσ μὲν ναύτασ καὶ τοὺσ γεωργοὺσ καὶ ποιμένασ, ἔτι δὲ Πέρσασ καὶ Νασάμωνασ, οὐκ οἰόνται καταφρονεῖν αὑτῶν οὐδὲ εἶναι πρὸσ αὑτοὺσ οὐδένα ἐκείνοισ λόγον, ὅθεν οὐδὲν φροντίζουσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기