호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δ. Φέρε, εἴ τινοσ ἀκούοισ λέγοντοσ ὅτι βούλεται γεωργεῖν, μηδὲν δὲ πρὸσ τοῦτο πράττοντα ὁρῴησ αὐτόν, μήτε βοῦσ ὠνούμενον ἤ τρέφοντα μήτε ἄροτρα κατασκευαζόμενον μήτε τὰ ἄλλα τὰ πρὸσ τὴν γεωργίαν σκεύη, μηδὲ ἐνοικοῦντα ἐν ἀγρῷ αὐτὸν ἢ αὐτὸν μὴ κεκτημένον ἢ παῤ ἄλλου μισθωσάμενον, ἀλλ̓ ἐν ἄστει τὰ πολλὰ διατρίβοντα περὶ τὴν ἀγορὰν καὶ τὸ γυμνάσιον καὶ περὶ πότουσ ὄντα καὶ ἑταίρασ καὶ τὴν τοιαύτην ῥᾳθυμίαν, πότερον προσέξεισ οἷσ λέγει μᾶλλον ἢ τοῖσ πραττομένοισ ὑπ̓ αὐτοῦ; καὶ πότερα φήσεισ γεωργὸν εἶναι τὸν ἄνθρωπον καὶ ἐργάτην ἢ τῶν ἀργῶν καὶ ῥᾳθύμων;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기