호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν πλουσίων ἕκαστος ἐοίκε τῷ νομίσματι. καὶ γὰρ τοῦτο ἐπαινεῖ μὲν οὐδείς, χρῆται δὲ ἕκαστος τῶν λαβόντων: ἔπειτα ὑπὸ τῶν χρωμένων ἐκτρίβεται καὶ τελευταῖον ἐν τοῖς ἀδοκίμοις ἐγένετο. κἀκεῖνος εἰς τοὺς πένητας παρηγγυήθη καὶ τοὺς ἀδοκίμους, καὶ οὐδεὶς ἔτι τὸν τοιοῦτον προσίεται τῶν πρότερον τεθαυμακότων, ἀλλ᾿ οὐδὲ στρέψας ἀπορρίπτει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기