호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σωκράτην διαφθείρειν τοὺσ νέουσ ἔφασαν, εἰσ τὸ θεῖον ἀσεβεῖν· καὶ οὐκ εἶπον ταῦτα μόνον· ἧττον γὰρ ἂν ἦν δεινὸν· ἀλλὰ καὶ ἀπέκτειναν αὐτόν, ἀνυποδησίασ δίκην λαμβάνοντεσ. Ἀριστείδην ἐξωστράκισαν Ἀθηναῖοι, καίτοι πεπεισμένοι σαφῶσ ὅτι δίκαιοσ ἦν. τί οὖν δεῖ δόξησ ἐπιθυμεῖν, ἧσ καὶ ἐὰν τύχῃ, πολλάκισ οὐκ ἐπ̓ ἀγαθῷ ἀπώνατο; τῷ Βίωνι δοκεῖ μὴ δυνατὸν εἶναι τοῖσ πολλοῖσ ἀρέσκειν, εἰ μὴ πλακοῦντα γενόμενον ἢ Θάσιον· εὐήθωσ, ἐμοὶ δοκεῖν. πολλάκισ γὰρ οὐδὲ ἐν δείπνῳ δέκα ἀνθρώπων ὁ πλακοῦσ ἤρεσε πᾶσιν, ἀλλ̓ ὁ μὲν ἑώλον εἶναί φησιν, ὁ δὲ θερμόν, ὁ δὲ λίαν γλυκύν· εἰ μὴ νὴ Δία Βίων φησὶν ὅτι καὶ θερμὸν πλακοῦντα καὶ ἑώλον δεῖ γενέσθαι . καθόλου δὲ οὐ τοιοῦτόν ἐστι τὸ πρᾶγμα· πόθεν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기