호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ τισ δημόσιοσ οἰκέτησ εἰή, πρεσβυτῶν νεανίσκων, πενήτων, πλουσίων, ἀσώτων, φιλαργύρων, ποῖόσ τισ ἂν ὁ τοιοῦτοσ εἰή; οἶμαι δὲ, εἴ τισ ἐν τοιαύτῃ πόλει χρήματα ἔχων ἠναγκάζετο βιοῦν, ἐν ᾗ πᾶσιν ἐξῆν ἁρπάζειν τὰ τοῦ πέλασ καὶ μηδεὶσ νόμοσ ἐκώλυε, παραχρῆμα ἂν ἀπέστη τῶν χρημάτων, εἰ καὶ φιλαργυρίᾳ τοὺσ πώποτε ὑπερβεβλήκει. τοῦτο δὴ νῦν ἐπὶ τῆσ δόξησ ἐστίν. ἐφεῖται γὰρ εἰσ ταύτην τῷ βουλομένῳ τινὰ βλάπτειν καὶ πολίτῃ καὶ ξένῳ καὶ μετοίκῳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기