- 텍스트

Dio, Chrysostom, Orationes, ΠΕΡΙ ΔΟΞΗΣ ΠΡΩΤΟΣ.? 18:

(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΔΟΞΗΣ ΠΡΩΤΟΣ. 18:)

ὥστε τούς γε φιλόπαιδας καὶ σφόδρα οἶμαι μακαρίζειν αὑτοὺς τοῖς φιλοδόξοις παραβάλλοντας, ὅταν αὐτοὶ μὲν ὄρτυγας ζητῶσιν ἢ ἀλεκτρυόνα ἢ ἀηδόνιον, τοῖς δὲ ὁρῶσιν ἀνάγκην οὖσαν Ἀμοιβέα ἢ Πῶλον ζητεῖν ἢ τῶν Ὀλυμπίασι νενικηκότων τινὰ πέντε μισθοῦσθαι ταλάντων. καὶ αὐτοὶ μὲν ἕνα τὸν παιδαγωγὸν ἢ τὸν ἀκόλουθον ἐγάστρισαν: οἱ δὲ ἂν μὴ τοὐλάχιστον ἑκατὸν τῆς ἡμέρας πολυτελῶς ἑστιάσωσιν οὐδὲν αὐτοῖς ὄφελος. τοῖς μὲν οὖν κάμνουσιν ἡσυχίας προνοοῦσιν οἱ θεραπεύοντες, ὅπως καθεύδωσι:

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION