호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι μὲν γὰρ ῥᾷόν ἐστι μεταχειρίσασθαι τὸ χαλεπώτατον μειράκιον τοῦ μετριωτάτου δήμου τίσ οὐκ ἂν φήσειεν; ὅσῳ μέντοι προχωρεῖ τὸ τῆσ δόξησ ἐπὶ πλέον, τοσούτῳ μᾶλλον οὐκ ἔστιν ὕπνου λαχεῖν· ἀλλ̓ ὥσπερ οἱ φρενιτίζοντεσ, ἀεὶ μετέωροσ οὗτοσ καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν. ̔νὴ Δί̓, ἀλλ̓ ἐκείνουσ ἰδεῖν ἔστιν περὶ τὸν οἶνον καὶ τὰσ ἑταίρασ καὶ τὰ ὀπτανεῖἀ τῷ τοιούτῳ δὲ οὐκ ἀνάγκη πολὺ μὲν ὄψον ἀγοράζειν, πολὺν δὲ οἶνον; αὐλητὰσ δὲ καὶ μίμουσ καὶ κιθαριστὰσ καὶ θαυματοποιοὺσ συνακτέον, ἔτι δὲ πύκτασ καὶ παγκρατιαστὰσ καὶ παλαιστὰσ καὶ δρομεῖσ καὶ τὸ τοιοῦτον ἔθνοσ, εἴ γε μὴ μέλλει φαύλωσ μηδὲ ἀγεννῶσ ἑστιάσειν τὸ πλῆθοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기