호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι μὲν γὰρ ῥᾷόν ἐστι μεταχειρίσασθαι τὸ χαλεπώτατον μειράκιον τοῦ μετριωτάτου δήμου τίς οὐκ ἂν φήσειεν· ὅσῳ μέντοι προχωρεῖ τὸ τῆς δόξης ἐπὶ πλέον, τοσούτῳ μᾶλλον οὐκ ἔστιν ὕπνου λαχεῖν: ἀλλ᾿ ὥσπερ οἱ φρενιτίζοντες, ἀεὶ μετέωρος οὗτος καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν. ῾νὴ Δἴ, ἀλλ᾿ ἐκείνους ἰδεῖν ἔστιν περὶ τὸν οἶνον καὶ τὰς ἑταίρας καὶ τὰ ὀπτανεῖἀ τῷ τοιούτῳ δὲ οὐκ ἀνάγκη πολὺ μὲν ὄψον ἀγοράζειν, πολὺν δὲ οἶνον· αὐλητὰς δὲ καὶ μίμους καὶ κιθαριστὰς καὶ θαυματοποιοὺς συνακτέον, ἔτι δὲ πύκτας καὶ παγκρατιαστὰς καὶ παλαιστὰς καὶ δρομεῖς καὶ τὸ τοιοῦτον ἔθνος, εἴ γε μὴ μέλλει φαύλως μηδὲ ἀγεννῶς ἑστιάσειν τὸ πλῆθος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기