호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ᾿ ὅμως εἰσὶν οἱ χάριν τούτων ἀποθνῄσκειν αἱρούμενοι. τῶν δὲ αἰγῶν οὐκ ἂν οὐδεμία κατακρημνίσειεν αὑτὴν κοτίνου χάριν, καὶ ταῦτα παρούσης ἐτέρας νομῆς. καίτοι ταῖς μὲν αἰξὶν οὐκ ἀηδὴς ὁ κότινος, ἄνθρωπος δὲ οὐκ ἂν φάγοι. καὶ τὴν μὲν ἐξ Ἰσθμοῦ πίτυν, οὐδὲν οὖσαν τῶν ἄλλων χλωροτέραν, μετὰ πολλοῦ πόνου καὶ κακῶν ἀναιροῦνται, πολλάκις ἀργύριον πολὺ διδόντες: καὶ ταῦτα τοῦ φυτοῦ μηδεμίαν ὠφέλειαν ἔχοντος:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기