호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
̓ ὦ παῖ Μνησαρχίδου, ποιητὴσ μὲν ἦσθα, σοφὸσ δὲ οὐδαμῶσ. οὔτε γὰρ πίττῃ τὴν ψυχὴν οὔτε σχοινίοισ ἐπιτρέπουσιν οὔτε τριδάκτυλον αὐτοὺσ σῴζει ξύλον πεύκινον, ἀλλ̓ ἐπέτρεψαν βεβαίῳ καὶ μεγάλῳ πράγματι τῇ τύχῃ. ἀσθενὲσ μὲν πλοῦτοσ, ἂν τύχη μὴ παρῇ, ἀβέβαιον δὲ φιλία, μὴ συλλαμβανούσησ τύχησ. αὕτη σῴζει καὶ τὸν νοσοῦντα ἐν τῷ τέλει καὶ τὸν νηχόμενον ἐν τῇ θαλάσσῃ καὶ τὸν Ἀγαμέμνονα ἐπὶ τῶν χιλίων νεῶν καὶ τὸν Ὀδυσσέα ἐπὶ τῆσ σχεδίασ φερόμενον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기