호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δὲ αὑτὸν ἀποκτείναντα οὐκ ἔθαψεν. ἡ δὲ τέωσ μὲν ἐκαρτέρει καὶ ἄπαισ οὖσα καὶ νομοθετοῦσα, ἰδοῦσα δὲ βοῦν ἐπὶ μόσχῳ ἀπολλυμένῳ μυκωμένην καὶ τὴν ἑαυτῆσ ἐν ἄλλῳ συμφορὰν γνωρίσασα, τήξασα χαλκὸν εἰσ αὐτὸν ἥλατο. καὶ ἦν ἐκεῖ πύργοσ ἀρχαῖοσ ἀνδριάντα χάλκεον ἔχων, χαλκῷ ἐντετηκότα καὶ πρὸσ ἀσφάλειαν τοῦ ἱδρύματοσ καὶ πρὸσ μίμημα τοῦ διηγήματοσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기