호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ γὰρ αἰχμάλωτον εἶναι καὶ διὰ τοῦτο μὴ στέργειν τὸν λαβόντα οὐχ ἱκανόν. ἡ γοῦν Βρισηὶς ἀγαπᾶν ἐοίκε τὸν Ἀχιλλέα, καὶ ταῦτα ὅν φησιν ἀποκτεῖναι τὸν ἄνδρα αὐτῆς καὶ τοὺς ἀδελφούς. τῷ δὲ Ἀγαμέμνονι τοιοῦτον οὐδὲν ἐπέπρακτο περὶ τὴν Χρυσηίδα. - Καλῶς. οὐκοῦν ἐκ τῶν λόγων τούτων οὐκ ἐβουλήθη Χρυσηὶς ἀποπεμφθῆναι παρὰ τοῦ Ἀγαμέμνονος, ἀλλὰ Χρύσης ταῦτα ἔπραττε καθ᾿ αὑτόν: ἢ εἴπερ ἐβούλετο, ἀφρονεστέρα ἂν εἰή, καὶ τὸν λόγον ἐναντίον εἶπας ἢ ὑπέσχου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기