호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι δὲ πῶς παραχρῆμα μὲν ἁλούσης οὔτε ἦλθεν οὔτε ἐμέμνητο περὶ λύτρων, ὅτε εἰκὸς ἦν χαλεπώτερον φέρειν, χρόνῳ δὲ ὕστερον τῆς μὲν λύπης ἐλάττονος γεγενημένης, συνηθείας δὲ πρὸς τὸν Ἀγαμέμνονα πλείονος· δεκάτῳ γὰρ ἔτει τῆς πολιορκίας ταῦτα συμβῆναί φησιν ὁ ποιητής, τὰ περὶ τὴν ἄφιξιν τοῦ ἱερέως καὶ τὴν κομιδὴν τῶν λύτρων. τὰς δὲ περιοίκους πόλεις καὶ τὰς ἐλάττονας εἰκὸς ἦν εὐθὺς ἁλῶναι κατ᾿ ἀρχὰς τοῦ πολέμου, ὧν ὑπῆρχεν ἡ Χρῦσα καὶ τὸ ἱερόν. - Οὐκοῦν ὁ λόγος οὗτος πολλὴν ἀτοπίαν ἐπιδείκνυσι τῆς Χρυσηίδος, τὸ πρότερον μὲν αἰχμάλωτον οὖσαν ἀνέχεσθαι, προσφάτως στερομένην τοῦ πατρὸς καὶ τῆς πατρίδος, διελθόντων δὲ δέκα ἐτῶν χαλεπῶς φέρειν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기