호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς μὲν δὴ τοὺς βασιλέας οὐχ ὡμολόγησα τὴν πρᾶξιν, ἐπιστάμενος τὴν τοῦ ἀνδρὸς ἔχθραν, ᾧ γε αὐτὸς αἴτιος ἐγενόμην καταλειφθῆναι, ὅτε δηχθεὶς ἔτυχεν ὑπὸ χαλεπῆς καὶ ἀνιάτου ἐχίδνης. οὐκ ἂν οὖν ᾤμην οὐδὲ πειθὼ τοιαύτην ἐξευρεῖν, ὑφ᾿ ἧς ἄν ποτε ἐκεῖνος ἐμοὶ πρᾴως ἔσχεν: ἀλλ᾿ εὐθὺς ἀποθανεῖσθαι ᾤμην ὑπ᾿ αὐτοῦ. ὕστερον δέ, τῆς Ἀθηνᾶς μοι παρακελευσαμένης καθ᾿ ὕπνους, ὥσπερ εἰώθε, θαρροῦντα ἐπὶ τὸν ἄνδρα ἰέναι: αὐτὴ γὰρ ἀλλάξειν μου τὸ εἶδος καὶ τὴν φωνήν, ὥστε λαθεῖν αὐτῷ ξυγγενόμενον:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기