호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολύ γε μὴν κάκιον ταύτης ὁ πατὴρ διηγούμενος ὡς ὕμνησαν αὐτοῦ τὸν γάμον οἱ θεοί: σοὶ δὲ οὔτε θαλάττης οὔτε οὐρανοῦ προσήκει οὐδέν. φημὶ δέ σε ἐγὼ πολεμικὸν μὲν οὐδέποτε ἔσεσθαι, δόξειν δὲ τοῖς ἀνοήτοις, οὐδὲ ἡγήσεσθαι οὐδέποτε, ὅπου ἂν πολεμῇς, καίτοι Θέτιδος ὄντα καὶ Πηλέως.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기