호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γνοίη δ̓ ἄν τισ τὴν ἀθλιότητα ὅσα τὰ ὅπλα, εἴ ποτε ἐγγὺσ γένοιτο καὶ ἀναγκασθείη αὐτοῖσ ἐκ χειρὸσ μάχεσθαι. ἀλλὰ δεῖ δραπετεύοντα μάχεσθαι, φοβούμενον καὶ φυλαττόμενον ὅπωσ μηδὲ ὀφθήσεται, ὥσπερ κακὸν ἀνδράποδον· ὅσ γε οὐδὲ ἀποκτείνασ σκυλεύσαι ἂν οὐδὲ ὀφθήσεταί ποτε ᾑμαγμένοσ ἀπ̓ ἀνδρὸσ ἐχθροῦ. τοιαῦτα διδάσκεισ με, τοξεύειν καὶ κιθαρίζειν· πρῴην δέ ποτε καὶ ῥίζασ ὀρύττειν, ὥσπερ αἱ φαρμακίδεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기