호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπὸ δὴ τούτων ὁρῶν αὐτοὺς διεφθαρμένους καὶ μὴ δυναμένους ὁμονοεῖν ἀλλήλοις, ἀλλὰ τὰς ψυχὰς οἰδοῦντας, ὡς ὕστερόν φησιν ὁ Ἀχιλλεύς, ἀλλά μοι οἰδάνεται κραδίη : ἐβούλετο ταπεινῶσαι καὶ τοῦ φρονήματος, εἰ δύναιτο, καθελεῖν: ὥσπερ οἱ τὰ οἰδοῦντα νύξαντες ἢ πιέσαντες. διὰ τοῦτο ἐμέμνητο ἀνδρῶν ἐνδόξων καὶ δυνατῶν, ἔτι δὲ οἶμαι πρότερον γεγονότων, εἰδὼς ἐκείνοις μᾶλλον συνεπομένην τὴν δόξαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기