- 텍스트

Dio, Chrysostom, Orationes, ΝΕΣΤΩΡ.? 7:

(디오, 크리소토모스, 연설 (2), ΝΕΣΤΩΡ. 7:)

οὐκοῦν οἱ ἀνόητοι πάντες καταφρονοῦσι τῶν ἀδόξων ἀνθρώπων καὶ οὐδὲν προσέχουσι τούτοις, οὐδ᾿ ἂν τύχωσι τὰ ἄριστα συμβουλεύοντες: οὓς δ᾿ ἂν ἴδωσι τιμωμένους ὑπὸ τοῦ πλήθους ἢ τῶν μέγιστα δυναμένων, οὐκ ἀπαξιοῦσι πείθεσθαι αὐτοῖς. ἑνὸς μὲν οὖν τούτου χάριν ὁ Νέστωρ συνίστησιν αὑτόν, ὅτι πολλοὺς καὶ δυνατοὺς πρότερον ἠδυνήθη πεῖσαι καὶ ὅτι ἐκεῖνοι κατὰ τὴν αὐτῶν ἀφροσύνην καὶ ἀναισθησίαν ἀπειθήσουσιν, ἂν ἀπειθῶσιν, οὐχ ὡς ἀδυνάτου ὄντος αὐτοῦ συμβουλεῦσαι περὶ τῶν μεγίστων.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION