호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀντὶ δὲ τοῦ μόνον μεταγαγεῖν ἀπὸ σκηνῆσ ἐπὶ σκηνὴν χρυσίον ἐπαγγέλλεται δώσειν πολὺ καὶ ἵππουσ καὶ τρίποδασ καὶ λέβητασ καὶ γυναῖκασ καὶ πόλεισ· τελευταῖον δέ, ὡσ οὐκ ὂν ἱκανόν, τῶν θυγατέρων τριῶν οὐσῶν ἣν ἂν βούληται συνοικιεῖν· ὅπερ οὐδεὶσ πώποτε κατεκρίθη παθεῖν, ἀντὶ θεραπαίνησ, καὶ ταύτησ αἰχμαλώτου, μηδὲν παθούσησ, συνοικίσαι τὴν θυγατέρα ἐπὶ προικὶ μεγάλῃ ἄνευ ἕδνων. καίτοι τῆσ δίκησ ταύτησ οὐδεμίαν ἴσμεν ἰδιωτικὴν δίκην πικρότερον κριθεῖσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기