- 텍스트

Dio, Chrysostom, Orationes, ΑΓΑΜΕΜΝΩΝ Η ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ.? 5:

(디오, 크리소토모스, 연설 (2), ΑΓΑΜΕΜΝΩΝ Η ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ. 5:)

- Δ. Εἰπέ, εἰσί τινες ἀνθρώπων ἄρχοντες· - Πῶς γὰρ οὐκ εἰσί· - Δ. Τίνες οὗτοι· τίνας αὐτοὺς ἐπονομάζεις· λέγω δὲ οὐ τοὺς ἐν πολέμῳ στρατιωτῶν ἄρχοντας, ῾στρατηγοὺς γὰρ ὀνομάζειν εἰώθαμεν τοὺς ἁπάσης τῆς στρατιᾶς ἡγεμόνας: ὥσπερ γε καὶ κατὰ μέρος ὁ μὲν λόχου ἄρχων καλεῖται λοχαγός, ὁ δὲ τάξεως ταξίαρχος, ὁ δὲ τοῦ ναυτικοῦ ναύαρχος, ὁ δὲ μιᾶς τριήρους τριήραρχος: καὶ ἄλλοι εἰσὶν οὕτως καλούμενοι πλείους ἐν τοῖς πολέμοις ἄρχοντες κατ᾿ ὀλίγους, ὅτι πλείστης προνοίας τότε καὶ ἡγεμονίας οἱ ἄνθρωποι δέονταἰ οὐδέ γε τῶν χορῶν τοὺς κορυφαίους τυγχάνω πυνθανόμενος, οἵτινες καλοῦνται, τοὺς σημαίνοντας τοῖς ᾅδουσι καὶ μέλος ἐνδιδόντας, οὐδὲ τοὺς τῶν συμποσίων ἡγεμόνας, οὐδ᾿ εἴ τινες ἄλλοι μέρους ἀνθρώπων πρὸς μίαν πρᾶξιν ἢ χρόνον ῥητὸν ἐπιμέλειάν τινα ἢ ἀρχὴν λαμβάνουσιν:

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION