호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τελευτῶν δὲ ἐπεχείρει τοξεύειν, ἄπειροσ ὢν τοξικῆσ καὶ τὰσ χεῖρασ οὕτωσ ὑπὸ τρυφῆσ διεφθαρμένοσ, ὡσ μὴ δύνασθαι ἅπτεσθαι τῆσ νευρᾶσ, εἰ μή τισ ἐπιχρίσειε στέαρ, καὶ ταῦτα τοῦ Ὀδυσσέωσ ὁρῶντοσ καὶ τῆσ ἐρωμένησ παρούσησ, ἐν ἀνθρώποισ τοσούτοισ, μηδ̓ ἐπιτεῖναι δυνάμενοσ τὸ τόξον μηδὲ ὅπωσ στήσει τοὺσ πελέκεισ ὁ Τηλέμαχοσ ξυνιείσ. ὅμωσ δὲ τοῦτον καὶ ἀποθανόντα ἐποίησεν οὐκ εἰκῇ πληγέντα διὰ τοῦ λαιμοῦ, οὐχ ὅπου ἔτυχεν, ὥσπερ ἀμέλει τὸν Πάνδαρον διὰ τῆσ γλώττησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기