호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν εὐωχούμην τῆς θέας καὶ ἐλογιζόμην πρὸς ἐμαυτὸν ὅτι τότε Ἀθήνησιν ὢν οὐχ οἱό῀ς τ᾿ ἂν ἦν μετασχεῖν τῶν ἀνδρῶν ἐκείνων ἀνταγωνιζομένων, ἀλλὰ Σοφοκλέους μὲν πρὸς Αἰσχύλον νέου πρὸς γέροντα, καὶ πρὸς Εὐριπίδην πρεσβυτέρου πρὸς νεώτερον ἀγωνιζομένου μετέσχον τινές: Εὐριπίδης δ᾿ ἀπελείφθη κατὰ τὴν ἡλικίαν Αἰσχύλου: καὶ ἅμα οὐ πολλάκις ἴσως ἢ οὐδέποτε τῷ αὐτῷ δράματι ἀντηγωνίσαντο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기