호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σφόδρα θαυμάζειν ἔπεισιν, ὦ ἄνδρες, εἴ τις οὐκ ἀποδεχόμενός τινα οὐδὲ ἀγαπῶν ἔπειτα ἀναστὰς ἐπαινεῖ τῷ λόγῳ καὶ ἐνίοτε διῆλθεν ἐγκώμιον μακρὸν καὶ λίαν ἐπιμελῶς συγκείμενον. ὁ γὰρ τοιοῦτος ἄνθρωπος οὐκ ἔστιν ὅ, τι τῶν αἰσχίστων οὐ σύνοιδεν αὑτῷ, φθόνον, μικροψυχίαν, τὸ πάντων ἔσχατον, δουλείαν. λέγεται γοῦν οὐκ ἀτόπως καὶ παρὰ τοῖς παλαιοῖς ῾δούλου τόδ᾿ εἶπας. ῾ φέρε δή, πῶς οὐκ ἂν εἰή δοῦλος ὁ πρὸς τοσούτους ἅμα ἀνθρώπους ἕτερα ὧν φρονεῖ εἰπών, καὶ ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φροντίδος καὶ παρασκευῆς, καὶ κολακεύων πολλάκις ἄνθρωπον καὶ θαυμάζων ὃν οὐ φιλεῖ·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기