호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί οὖν βούλεσθέ με ποιεῖν· ὃ γὰρ ἂν εἴπητε, τοῦτο ποιήσω καὶ περὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἐρῶ, οὐδὲ ἂν ᾖ τις ἔργον πεποιηκὼς ὑπὲρ οὗ λόγον μὴ δέδωκεν, οὐδ᾿ ἂν ἔτι ποιῶν καὶ χρήματα λαμβάνων ἀεὶ παρὰ τῶν κατ᾿ ἔτος ἀρχόντων, ὥσπερ εἰς τὸν ἄπληστον πίθον τάδε ληψόμενος, οὐδὲ ἂν ἄλλο τι γίγνηται: τί γὰρ ἐμοὶ τούτων· διὰ μὲν γὰρ τῆς στοᾶς οὐ διελεύσομαι, σαφῶς ἴστε. ἀλλὰ πονεῖν καὶ προσιέναι καὶ παρακαλεῖν τὸν ἀνθύπατον, ὅπως πρᾴως καὶ πρὸς δύναμιν εἰσπράττῃ τοὺς ὑπεσχημένους· καὶ τοῦτο ἕτοιμος ποιεῖν οὐ μόνον, ἀλλὰ καὶ αὐτὸς συμβάλλεσθαι μέρος τῆς ὑποσχέσεως, ὥστε κουφίζεσθαι τοὺς ἄλλους. μόνον ἕν τι προστάξατε:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기