Dio, Chrysostom, Orationes, ΠΡΟ ΤΟΥ ΦΙΛΟΣΟΦΕΙΝ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ. 23:

(디오, 크리소토모스, 연설 (2), ΠΡΟ ΤΟΥ ΦΙΛΟΣΟΦΕΙΝ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ. 23:)

εἰ γὰρ ἐμὲ τοῦτο ἔσωσε, καιρὸσ ἤδη τὸ λοιπὸν ὡσ ἐν στρατοπέδῳ τῇ πόλει τὰσ δυσχωρίασ καταλαμβάνειν καὶ τὰ ὑψηλὰ ἢ ἀπότομα. καίτοι μὰ τοὺσ θεοὺσ οὐδὲ ἐν τοῖσ στρατοπέδοισ ζητοῦσιν ἄλλοσ ἄλλου ἀσφαλέστερον σκηνοῦν, ἀλλὰ πρὸσ τοὺσ πολεμίουσ αὐτοῖσ ἡ φυλακή ἐστιν. τῇ μὲν οὖν τύχῃ χάρισ, δἰ ἣν ἀπετράπητε, εἴτε τοῦτο νοήσαντεσ εἴτε ἄλλο ὁτιοῦν· οὐ μέντοι ἀληθῶσ ὑπείδεσθε.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

SEARCH

MENU NAVIGATION