- 텍스트

Dio, Chrysostom, Orationes, ΑΠΟΛΟΓΙΣΜΟΣ ΟΠΩΣ ΕΣΧΗΚΕ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ.? 31:

(디오, 크리소토모스, 연설 (2), ΑΠΟΛΟΓΙΣΜΟΣ ΟΠΩΣ ΕΣΧΗΚΕ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ. 31:)

ἃ εἴ ποτε γένοιτο καιρὸς ἐπιτελεσθῆναι καὶ θεῶν τις ποιήσειε, τότε ὄψεσθε τὴν ὑπερβολὴν τῆς τινων ἔχθρας καὶ τοῦ πρὸς ἐμὲ μίσους, ἵνα μὴ λέγω τοῦ πρὸς ὑμᾶς, ὡς οὐκέτι ἀμφιβόλως οὐδὲ πρᾴως ἐροῦσι καὶ λοιδορήσονται, φανερῶς δὲ καὶ ἄντικρυς, κἂν μὴ κωλῦσαι δυνηθῶσιν, ἀπάγξονται πρότερον ἢ τὴν πόλιν ἰδεῖν, οἱάν αὐτὴν βουλομένων θεῶν οὐκ ἀδύνατον γενέσθαι. τότε δ᾿ οὖν τοῦ ἡγεμόνος δεξαμένου τὸ πρᾶγμα, τυχὸν μὲν δἰ ὑμᾶς, ἴσως δὲ καὶ δἰ ἐμέ, καὶ συναγαγόντος ἐκκλησίαν οὐ προειδότος ἐμοῦ καὶ περὶ τούτων ἀναγιγνώσκοντος, οὐκ ἐδυνήθην τὴν ἡσυχίαν ἄγειν, ἀλλ᾿ ἀνέστην καὶ συνεβούλευσα καὶ ἐνεδειξάμην τοῖς ἀγνοοῦσι τὸ πρᾶγμα.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION