호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἵνα δὲ μὴ διὰ τοὺς ἐμπίπτοντας λόγους τοῦ προτεθέντος ἐκκρουσθῶ, τούτων ὅπως δήποτε ληφθέντων καὶ κομισθέντων ἐνταῦθα, σκοπεῖτε εἴ τῳ βαρὺς γέγονα τῶν πολιτῶν ἢ κατ᾿ ἰδίαν ὑπὲρ ἐμαυτοῦ λέγων ἢ κοινῇ προφέρων καὶ ὀνειδίζων χάριτας ἢ προαγαγών τινας ὧν ἐβουλόμην: ἢ τοὐναντίον οὐκ ἔλαττον ἑκατὸν βουλευτῶν καταλεγέντων ἕτεροι μὲν εἰσήγαγον φίλους αὑτῶν καὶ παρεσκεύασαν ὅπως ἕξουσι τοὺς συναγωνιζομένους καὶ βοηθοῦντας οἷς ἄν ποτε ἐθέλωσιν: ἐγὼ δὲ οὔτ᾿ ἐποίησα τοιοῦτον οὐδὲν οὔτε διελέχθην τοιοῦτον, ὡς ἐμοὶ μᾶλλον ἂν προσθεμένων, εἰ ἐβουλόμην, ἢ ἄλλῳ τινί. μάλιστα μὲν γὰρ ἠξίουν μηδὲ ἕτερον μηδένα τοιοῦτον ἔθος εἰσάγειν μηδὲ καθ᾿ ἑταιρείας πολιτεύεσθαι μηδ᾿ εἰς μέρη διασπᾶν τὴν πόλιν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기