- 텍스트

Dio, Chrysostom, Orationes, ΑΠΟΛΟΓΙΣΜΟΣ ΟΠΩΣ ΕΣΧΗΚΕ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ.? 12:

(디오, 크리소토모스, 연설 (2), ΑΠΟΛΟΓΙΣΜΟΣ ΟΠΩΣ ΕΣΧΗΚΕ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ. 12:)

τοῦτο ἴσως ἐννοεῖν ἄξιον. καίτοι σμικρῶν γενομένων καὶ οὐδενὸς ἀξίων, τὸν ἄνδρα τὸν γενναῖον καὶ μὴ φθόνου καὶ βασκανίας ἥττονα τότε ἐχρῆν λέγειν ὅτι μαίνεσθε καὶ παρανοεῖτε τοιούτων ἐξεχόμενοι σφόδρα οὕτως καὶ θεραπεύοντες ἀνθρώπους οὕτω ταπεινοὺς ἐπὶ πράγμασιν οὔτε ἀναγκαίοις οὔτε μεγάλοις, καὶ ταῦτα ἀδήλοις ἔτι καὶ μηδὲν ἔχοντες βέβαιον. ἀλλ᾿ οἶμαι χαλεπὸν μὲν ἦν αὐτοῖς καὶ ὁπωσοῦν γενόμενόν τι τούτων. οὐ μὴν ὁμοίως ἐλύπει τὸ τὸν δεῖνα καὶ τὸν δεῖνα εἶναι τὸν ποιήσαντα καὶ παρασχόντα, μὴ τῶν ἡμετέρων τινὰ πολιτῶν. ἔτι δὲ ἐλπὶς ὑπῄει καὶ ἔθελγεν αὐτοὺς ὡς οὐδέποτε ἂν γενομένων.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION