호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὰ ταῦτα μισοῦντεσ αὐτὸν ἔφασαν διαφθείρειν τοὺσ νέουσ. ἡ δ̓ ἐμὴ γραφὴ μείζων καὶ γενναιοτέρα σχεδὸν ἦν, κρυφαία τισ, ὡσ ἐοίκεν· Ἀδικεῖ Δίων, τοὺσ μὲν θεοὺσ μὴ τιμῶν μήτ̓ ἐν θυσίαισ μήτ̓ ἐν ὕμνοισ, καταλύων τὰσ πατρίουσ ἑορτάσ, ἀναπείσασ δὲ ἡγεμόνα πονηρὸν ὥστε τὸν μὲν δῆμον βασανίσαι καὶ ἐξελάσαι ὅσουσ ἂν δύνηται πλείστουσ, ἐνίουσ δὲ καὶ ἀποκτεῖναι, παρασχὼν ἀνάγκην αὐτοῖσ ἑκουσίωσ ἀποθανεῖν διὰ τὸ μὴ δύνασθαι πρεσβύτασ ὄντασ φυγεῖν μηδὲ ὑπομένειν καταλιπεῖν τὴν πατρίδα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기