호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν γὰρ οὕτως ἔχετε, θαρρῶν ὑμῖν παρέχω ἐμαυτόν, ἵνα ἐμπλήσητε τὴν προθυμίαν: εἰ δὲ μή, φοβοῦμαι τὴν ἐναντίαν δόξαν, μήποτε ἀκούσαντες ἔπειτα οὐ δικαίως ἐμοῦ καταγνῶτε, ὅτι αὐτοὶ οὐκ ὀρθῶς ἐδόξατε. οὐδέποτε γὰρ οὐδενὶ ἔγωγε τοῦτο ὑπεσχόμην, ὡς ἱκανὸς ὢν λέγειν ἢ φρονεῖν ἢ πλέον τι γιγνώσκειν τῶν πολλῶν, ἀλλ᾿ ὑπὲρ αὐτοῦ τούτου διαμαχόμενος ἑκάστοτε καὶ ἀντιλέγων τοῖς ἀξιοῦσιν ἔπειτα εἰς τὸ λέγειν καθίσταμαι: καὶ πολλοὶ τοῦτο αὐτὸ ἐπίδειξιν ἡγήσαντο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기