호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ μόνον αἱ λοιπαὶ πόλεισ, ἀλλὰ καὶ τῶν ἰσοτίμων ὑμῖν αἱ πλεῖσται σχεδόν, ὅπου γέγονα, καὶ πολιτείασ καὶ βουλῆσ καὶ τῶν πρώτων τιμῶν οὐδὲν δεομένῳ μετέδωκαν, οὐκ ἀνωφελῆ σφισι νομίζοντεσ οὐδὲ ἀνάξιον τιμᾶσθαι. τὸ δὲ ὑμέτερον οὐκ ἔστιν ἀλλότριον, ἀλλ̓ ὡσ ἂν εὐνοίᾳ καὶ χάριτι πατρίδοσ τιμώσησ πολίτην αὑτῆσ. τὸ δὲ εἶναί τινασ, ὡσ ἂν ἐν δήμῳ, τῶν ἐνθάδε ἐμοὶ σχεδὸν μὴ σφόδρα ἡδομένουσ οὐκ ἂν θαυμάσαιμι διὰ τὴν τῶν πόλεων φιλοτιμίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기