호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐφ᾿ οἷς ὑμεῖς μὲν ἠρυθριᾶτε καὶ διετρέπεσθε τῶν ἡγεμόνων εἰσιόντων, οἱ δὲ ἀηδῶς ἔχοντες πρὸς ὑμᾶς ἐπέχαιρον καὶ ἐγέλων: ὅπου μηδὲ τοῖς χαλκεῦσιν ἐξῆν διάρασθαι σχεδόν, ἀλλὰ εἰργάζοντο κεκυφότες: καὶ ταῦτα πίπτοντα καὶ ὑπερηρεισμένα, ἃ πρὸς τὴν πληγὴν τοῦ ῥαιστῆρος ἔτρεμε καὶ διίστατο: ἀλλ᾿ ὅμως ἦσαν οἵ χαλεπῶς ἑώρων ἀφανιζόμενα τὰ σημεῖα τῆ ἔμπροσθεν πενίας καὶ ἀδοξίας, οὐχ ὅτι τῶν κιόνων ἔμελεν αὐτοῖς τῶν ἱσταμένων οὐδὲ τῶν γείσων, οὐ τῶν οἰκοδομουμένων ἐργαστηρίων ἄλλοσε, ἀλλ᾿ ἵνα μηδέποτε μεῖζον ὑμεῖς ἐκείνων φρονῆτε.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기