호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄξιον δὲ αὐτὴν γενέσθαι καὶ διὰ τοὺς προγόνους κοινοὺς ὄντας ἀμφοτέραις ταῖς πόλεσι καὶ διὰ τοὺς θεούς, ὧν καὶ παῤ ἐκείνοις καὶ παῤ ὑμῖν ὁμοιαί εἰσι τιμαί. τοῦτο γάρ ἐστιν, ἐφ᾿ ᾧ καὶ μάλιστα ὀδυνηθείη τις ἄν, ὅτι πάντα κοινὰ ἔχοντες, καὶ προγόνους καὶ θεοὺς καὶ ἔθη καὶ ἑορτάς, οἱ δὲ πολλοὶ καὶ συγγενείας ἰδιωτικὰς καὶ φιλίας, ὥσπερ Ἕλληνες πρὸς βαρβάρους μαχόμεθα, ἢ τὸ ἔτι τούτου τῷ γιγνομένῳ ὑφ᾿ ὑμῶν ὁμοιότερον, ὥσπερ ἄνθρωποι πρὸς θηρία. οὐκ ὄψεσθε εἰς ἀλλήλους·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기