- 텍스트

Dio, Chrysostom, Orationes, ΠΡΟΣ ΝΙΚΟΜΗΔΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΤΗΣ? 34:

(디오, 크리소토모스, 연설 (2), ΠΡΟΣ ΝΙΚΟΜΗΔΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΤΗΣ 34:)

καὶ γὰρ κήρυκές τινες ἐκ τῶν θεῶν εἶναι λέγονται, καὶ διὰ τοῦτο καὶ παῤ ἡμῖν εἰρήνη μὲν ἐπικηρύσσεται, πόλεμοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἀκήρυκτοι γίγνονται. καὶ γυμνοὶ πρεσβεύουσιν εἰς ὡπλισμένους ὑπὲρ εἰρήνης καὶ ἀδικῆσαι οὐκ ἔξεστιν αὐτῶν οὐδένα, ὡς τῶν θεῶν ἅπαντας τοὺς ὑπὲρ φιλίας ἀγγέλους. καὶ ὅταν συνερχομένων εἰς μάχην στρατῶν ἢ διοσημία φανῇ αἰφνίδιος ἢ τῆς γῆς γένηται σεισμός, ἀποστρέφονται εὐθὺς οἱ ἄνθρωποι καὶ ἀποχωροῦσιν ἀπ᾿ ἀλλήλων, ὡς τῶν θεῶν οὐ βουλομένων αὐτοὺς μάχεσθαι.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION