호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἴτημα θέλω ποιήσασθαι τοῦτο αὐτὸ παῤ ὑμῶν, ἄνδρεσ Νικομηδεῖσ, καὶ χαρίσασθέ μοι καὶ ὑπομείνατε, ἀκοῦσαι λόγου περιττοῦ καὶ ἀκαίρου καὶ μὴ πείσοντοσ ὑμᾶσ. καὶ οὐδὲ μεγάλην εἶναι νομίζω τὴν δωρεάν· εἴτε γὰρ πεισθήσεσθε, ἄξιόν ἐστιν ἀκοῦσαι τοῦ τὰ λυσιτελῆ λέγοντοσ· εἴτε ἐφ̓ ὑμῖν ἀπόκειται τὸ πεισθῆναι, τί τοῦτο δύσκολόν ἐστιν, ἀνδρὶ φίλῳ λόγου μεταδοῦναι βουλομένῳ μάτην εἰπεῖν. καὶ τί δὴ τοῦτό ἐστιν, ὑπὲρ οὗ μέλλω μὲν συμβουλεύειν, ὀνομάσαι δὲ αὐτὸ ὀκνῶ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기