호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν δ᾿ ὁ μὲν κρείσσων αἰσθήσεως, ἐγὼ δὲ κατὰ τὴν Εὐριπίδου Λαοδάμειαν οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον. βούλομαι οὖν αὐτὸν ὡς αἰσθανόμενον παραμυθήσασθαι. ὦ λόγων ἐμῶν σιγηλὸν εἴδωλον, οὐ φαίνῃ· οὐδὲ γὰρ ὁ πρὸ σοῦ Ἀριστέης: ὧδε γὰρ ἔσχε κἀκείνῳ, ὡς ἐμοὶ εἰκάσθη, ἀναστῆναι μὲν αὐτὸν ὑπὸ τῶν Προκοννησίων, ἀφανισθῆναι δὲ ὑπὸ τῶν ἐχθρῶν: λόγον δ᾿ ὑπὸ τῶν αὐτῶν τούτων διαδοθῆναι, ὡς οὔτε ζῶν οὔτε τεθνεὼς φαίνοιτο Ἀριστέης.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기