호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον, εἴ σοι φίλον, ἕλκε καὶ σπάραττε καὶ κέντρου, Ἄμασιν δὲ οἰ κατείληφασ. ἕτεροσ δέ τισ ζῶν, ἐμπνέων, αἰσθανόμενοσ, Πτίσσε πτίσσ̓, ἔφη, τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεισ. οὗτοσ γὰρ ἁνὴρ ἐμπεσὼν μὲν εἰσ ὅλμον, τυπτόμενοσ δὲ τοῖσ ὑπέροισ, αὐτὸσ οὐκ ἔφη πτίσσεσθαι, ἀλλὰ τῶν αὑτοῦ ὅπερ ἔτυχε περικείμενοσ· ὥσπερ φασὶ Περσῶν τοὺσ ὁμοτίμουσ λαμβάνειν πληγάσ, ἀντὶ τοῦ σώματοσ τὸν κάνδυν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기