- 텍스트

Dio, Chrysostom, Orationes, ΚΟΡΙΝΘΙΑΚΟΣ.? 7:

(디오, 크리소토모스, 연설 (2), ΚΟΡΙΝΘΙΑΚΟΣ. 7:)

ὁ μὲν δὴ ᾖδε: καὶ γὰρ ἦν νηνεμία καὶ σιγὴ κατὰ θάλατταν: καὶ τὸ μέλος ᾔσθοντο δελφῖνες, αἰσθανόμενοι δὲ περὶ ναῦν ἦσαν. παυσαμένου δὲ τοῦ Ἀρίονος καὶ τῶν πορθμέων οὐδὲν μαλακὸν ἐνδιδόντων, ὁ μὲν ἔρριψεν ἑαυτὸν εἰς τὸν πόντον, δελφὶς δ᾿ ὑπελθὼν ἐξεκόμισε τὸν ᾠδὸν ἐπὶ Ταίναρον ὡς εἶχε σὺν τῇ σκευῇ. Ἀρίων μὲν οὖν τοῦτον τὸν τρόπον σωθεὶς καὶ φθάσας τοὺς πορθμέας ἐν Κορίνθῳ ἦν, αὐτὰ δὴ ταῦτα διηγούμενος τῷ Περιάνδρῳ. ἐπικαταγομένων δὲ τῶν πορθμέων καὶ τοῦ πράγματος ἀχθέντος εἰς ἔλεγχον, οἱ μὲν ἀπέθνῃσκον, Ἀρίων δέ οὑ᾿ γὰρ Περίανδρος, ἀλλ᾿ Ἀρίων᾿ ποιησάμενος μίμημα χαλκοῦν οὐ μέγα ἀνέθηκεν ἐπὶ Ταινάρου, αὑτὸν ἐπὶ τοῦ εὐεργέτου καθήμενον.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION