- 텍스트

Dio, Chrysostom, Orationes, ΒΟΡΥΣΘΕΝΙΤΙΚΟΣ ΟΝ ΑΝΕΓΝΩ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.? 100:

(디오, 크리소토모스, 연설 (2), ΒΟΡΥΣΘΕΝΙΤΙΚΟΣ ΟΝ ΑΝΕΓΝΩ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ. 100:)

ἐργασάμενος δὲ καὶ τελεώσας ἀπέδειξεν ἐξ ἀρχῆς τὸν ὄντα κόσμον εὐειδῆ καὶ καλὸν ἀμηχάνως, πολὺ δὴ λαμπρότερον ἢ οἱο῀ς ὁρᾶται νῦν. πάντα γάρ που καὶ τἄλλα ἔργα τῶν δημιουργῶν καινὰ ἀπὸ τῆς τέχνης καὶ τῶν χειρῶν παραχρῆμα τοῦ ποιήσαντος κρείττω καὶ στιλπνότερα. καὶ τῶν φυτῶν τὰ νεώτερα εὐθαλέστερα τῶν παλαιῶν ὅλα τε βλαστοῖς ἐοικότα. καὶ μὴν τά γε ζῷα εὐχάριτα καὶ προσηνῆ ἰδεῖν μετὰ τὴν γένεσιν, οὐ μόνον τὰ κάλλιστα αὐτῶν, πῶλοί τε καὶ μόσχοι καὶ σκύλακες, ἀλλὰ καὶ θηρίων σκύμνοι τῶν ἀγριωτάτων.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION