- 텍스트

Dio, Chrysostom, Orationes, ΒΟΡΥΣΘΕΝΙΤΙΚΟΣ ΟΝ ΑΝΕΓΝΩ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.? 47:

(디오, 크리소토모스, 연설 (2), ΒΟΡΥΣΘΕΝΙΤΙΚΟΣ ΟΝ ΑΝΕΓΝΩ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ. 47:)

τῆς μὲν γὰρ ἀκριβεστέρας ταύτης φιλοσοφίας ἄπειροί ἐσμεν, Ὁμήρου δέ, ὡς οἶσθα, ἐρασταὶ καί τινες οὐ πολλοὶ Πλάτωνος: ὧν δὴ κἀμὲ ὁρᾷς ὄντα, ἀεί ποτε ἐντυγχάνοντα τοῖς ἐκείνου ὅπως ἂν δύνωμαι: καίτοι ἴσως ἄτοπον βαρβαρίζοντα τῶν πολιτῶν μάλιστα τῷ ἑλληνικωτάτῳ καὶ σοφωτάτῳ χαίρειν καὶ ξυνεῖναι, καθάπερ εἴ τις μικροῦ τυφλὸς τὸ μὲν ἄλλο φῶς ἀποστρέφοιτο, πρὸς αὐτὸν δὲ τὸν ἥλιον ἀναβλέποι.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION