- 텍스트

Dio, Chrysostom, Orationes, ΜΕΛΑΓΚΟΜΑΣ Β ΤΗΙ ΤΑΞΕΙ Α.?

(디오, 크리소토모스, 연설 (2), ΜΕΛΑΓΚΟΜΑΣ Β ΤΗΙ ΤΑΞΕΙ Α.)

Ἀναβάντες ἀπὸ τοῦ λιμένος εὐθὺς ἐβαδίζομεν, ὀψόμενοι τοὺς ἀθλητάς, ὡς ἂν τὴν ὅλην ἐπιδημίαν πεποιημένοι κατὰ θέαν τοῦ ἀγῶνος. ἐπεὶ δὲ πρὸς τῷ γυμνασίῳ ἦμεν, τοὺς μέν τινας ἑωρῶμεν ἐν τῷ δρόμῳ ἔξω τρέχοντας, καὶ κραυγὴ τῶν παρακελευομένων ἦν, τοὺς δὲ καὶ ἄλλως γυμναζομένους. τούτοις μὲν οὖν οὐκ ἐδόκει προσέχειν: ὅπου δὲ πλεῖστον ὄχλον ἴδοιμεν, ἐκεῖ ἐβαδίζομεν.

ὁρῶμεν οὖν πάνυ πολλοὺς ἑστηκότας πρὸς τῇ ἐξέδρᾳ τοῦ Ἡρακλέους καὶ ἑτέρους ἀεὶ προσάγοντας, τοὺς δὲ καὶ ἀπιόντας διὰ τὸ μὴ δύνασθαι ἰδεῖν. τὸ μὲν οὖν πρῶτον ἐπειρώμεθα ὁρᾶν ὑπερκύπτοντες, καὶ μόλις ἑωρῶμεν τοῦ γυμναζομένου τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἀνατετακότος. ἔπειτα κατὰ μικρὸν ἐνδοτέρω ἐγενόμεθα.

ἦν οὖν νεανίσκος πάνυ μέγας καὶ καλός, ἔτι δέ, ὡς εἰκός, μεῖζον αὐτοῦ καὶ κάλλιον ὑπὸ τῆς γυμνασίας τὸ σῶμα ἐφαίνετο. πάνυ δὲ λαμπρῶς ἐγυμνάζετο καὶ μετὰ φρονήματος, ὥστε ἀγωνιζομένῳ μᾶλλον ἐῴκει. ἐπεὶ δὲ ἐπαύσατο γυμναζόμενος καὶ τὸ πλῆθος ἀνεχώρει, κατενοοῦμεν αὐτὸν ἐπιμελέστερον.

ἦν δὲ ὅμοιος τοῖς ἀνδριᾶσι τοῖς ἀκριβῶς εἰργασμένοις: χαλκῷ κεκραμένῳ.

ἐπεὶ δὲ ἀπηλλάγη, τῶν παρόντων τινὰ ἠρόμεθα πρεσβύτην ὅστις εἰή. καὶ ὃς σκυθρωπάσας, Οὗτος μέντοι Ιἀτροκλῆς ὁ τοῦ Μελαγκόμα ἀνταγωνιστὴς καὶ μόνος ἐκείνῳ οὐκ ἀξιῶν παραχωρεῖν τὸ γοῦν ἐφ᾿ ἑαυτῷ. οὐδὲν μέντοι πλέον ἐποίει. ἡττᾶτο γὰρ ἀεὶ ἐνίοτε δἰ ὅλης τῆς ἡμέρας ἀγωνισάμενος:

ἤδη μέντοι ἀπειρήκει, ὥστε τὸν τελευταῖον τοῦτον ἀγῶνα τὸν ἐν τῇ Νεαπόλει οὐδένα ταχύτερον τούτου ἐνίκησεν. ἀλλὰ νῦν ὁρᾶτε ὅσον φρονεῖ καὶ ἐν ὅσῳ πλήθει γυμνάζεται. οἶμαι δὲ ἔγωγε καὶ ἐπιχαίρειν αὐτὸν ἐκείνῳ. καὶ εἰκὸς μέντοι: οὐ γὰρ μόνον τοῦτον τὸν στέφανον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπίσταται αὑτοῦ ὄντας. Ἦ γάρ, ἔφην, τέθνηκεν ὁ Μελαγκόμας·

ἐπεὶ τό γε ὄνομα καὶ ἡμεῖς ᾔδειμεν, αὐτὸν οὐδεπώποτε ἰδόντες. Οὐ πρὸ πολλοῦ γε, εἶπεν, ἀλλὰ τρίτη που ἡμέρα ἐστὶν ἀπὸ τῆς ταφῆς. Τίνι δέ, εἶπον, τούτου διέφερε, καὶ τῶν ἄλλων δέ, πότερον μεγέθει ἢ εὐψυχίᾳ· Ἐκεῖνος, ἔφη, ὦ βέλτιστε, πάντων ἀνθρώπων, οὐχὶ τῶν ἀγωνιστῶν μόνον εὐψυχότατος καὶ μέγιστος ἔφυ, ἔτι δὲ κάλλιστος. καὶ εἴ γε ἰδιώτης ἔμεινε καὶ μηδὲν ὅλως ἔπραξε, δἰ αὐτό που τὸ κάλλος περιβόητος ἂν ἦν:

καὶ τοὺς οὐκ εἰδότας ὅστις ἐστίν.

καίτοι οὔτε ἐσθῆτι ἐκόσμει ἑαυτὸν οὔτε ἄλλῳ τῳ γιγνώσκεσθαι μᾶλλον ἐπετήδευεν ἢ λανθάνειν: ἀποδυσαμένου δ᾿ οὐκ ἔστιν ὅστις ἄλλον ἐθεᾶτο, πολλῶν μὲν παίδων, πολλῶν δὲ ἀνδρῶν γυμναζομένων.

εἰωθότος δὲ τοῦ κάλλους εἰς τρυφὴν ἄγειν καὶ τοὺς μετρίως αὐτοῦ μετειληφότας, τοιοῦτος ὢν τὸ εἶδος ἔτι σωφρονέστερος ἦν: καὶ καταφρονῶν δὲ τοῦ κάλλους οὐδὲν ἧττον ἐφύλαττεν αὐτὸ ἐν οὕτω χαλεπῷ ἐπιτηδεύματι. πυγμὴν γοῦν ἀγωνιζόμενος οὕτως ὑγιὴς ἦν ὥσπερ τῶν δρομέων τις, οὕτω δὲ σφόδρα γεγύμναστο καὶ τοσοῦτο περιῆν τοῖς πόνοις ὥστε δυνατὸς ἦν καὶ δύο ἡμέρας ἑξῆς μένειν ἀνατετακὼς τὰς χεῖρας, καὶ οὐκ ἂν εἶδεν οὐδεὶς ὑφέντα αὐτὸν ἢ ἀναπαυσάμενον, ὥσπερ εἰώθασιν.

πρότερον δὲ ἠνάγκαζε τοὺς ἀνταγωνιστὰς ἀπειπεῖν, οὐ μόνον πρὶν αὐτὸς πληγῆναι, ἀλλὰ καὶ πρὶν πλῆξαι ἐκείνους: οὐ γὰρ τὸ παίειν καὶ τιτρώσκεσθαι ἀνδρείαν ἐνόμιζεν, ἀλλὰ τοῦτο μὲν εἶναι μὴ δυναμένων πονεῖν καὶ ἀπηλλάχθαι βουλομένων: τὸ δὲ ἀνέχεσθαι τοῦ χρόνου καὶ μήτε τοῦ βάρους τῶν χειρῶν ἡττᾶσθαι μήτε τοῦ πνεύματος ἐνδεᾶ γίγνεσθαι μήτε τῷ καύματι ἄχθεσθαι, τοῦτο δὲ εἶναι γενναῖον.

Ὀρθῶς μέντοι, ἔφην, ὑπολαμβάνων. καὶ γὰρ ἐν τῷ πολέμῳ οἱ φαυλότατοι τὰ ὅπλα ῥίπτουσιν, εὖ εἰδότες ὅτι γυμνοὶ μᾶλλον ἂν τιτρώσκοιντο: οὕτω μᾶλλον ἡττῶνται τοῦ κόπου ἢ τῶν τραυμάτων.

Τοιγάρτοι, εἶπεν, ἀφ᾿ οὗπερ ἤρξατο ἀγωνίζεσθαι Πυθοῖ, πρῶτος μὲν ὧν ἴσμεν ἄλειπτος διεγένετο, πλείστους καὶ μεγίστους στεφάνους ἀνελόμενος καὶ ἀνταγωνισταῖς οὔτε φαύλοις οὔτε ὀλίγοις χρησάμενος.

καὶ τὸν πατέρα ἐνδοξότατον ὄντα, τὸν Μελαγκόμαν ἐκεῖνον τὸν ἀπὸ τῆς Καρίας, ἄλλους τε ἀγῶνας καὶ Ὀλυμπίασι νικήσαντα, οὐδέπω ἀνὴρ ὢν ὑπερεβάλετο: οὐ γὰρ ἐκεῖνος ἄλειπτος.

τοιοῦτος μέντοι ὢν ἀθλίως ἐτελεύτησε, τῶν μὲν πόνων τῆς ἀθλήσεως ἐπὶ πλεῖστον ἐλθών, τῶν δὲ ἐν τῷ βίῳ τερπνῶν οὐδενὸς πειραθείς. οὕτω δὲ σφόδρα φιλότιμος ὑπῆρχεν ὥστε καὶ ὅτε ἀπέθνησκεν Ἀθηνοδώρου τοῦ παγκρατιαστοῦ, φίλου ὄντος ἀπὸ παιδός, ἐπυνθάνετο πόσαι τινὲς εἰε῀ν ἡμέραι λοιπαὶ τοῦ ἀγῶνος. καὶ ταῦθ᾿ ἅμα λέγων ἐδάκρυεν ὁ πρεσβύτης.

Ἀλλὰ σοὶ μέν, ἔφην, συγγνώμη ὑπερλυπουμένῳ διὰ τὸ πάντως προσήκειν τί σοι αὐτοῦ.

Μὰ τοὺς θεούς, εἶπεν, οὐδὲν ἔμοιγε: οὔτε γὰρ ἀπὸ γένους μοι ἦν οὔτε ἐγύμναζον αὐτόν, ἀλλὰ τῶν παίδων τινὰ τῶν παγκρατιαστῶν. ὁ δὲ ἄνθρωπος τοιοῦτος ἦν ὥστε πάντας ἐπ᾿ αὐτῷ λυπεῖσθαι τοὺς ἐπισταμένους ἐκεῖνον. Οὔκουν, ἔφην, ἄθλιον δεῖ καλεῖν αὐτόν:

τοὐναντίον γὰρ εὐδαιμονέστατος ἂν εἰή καὶ μακαριώτατος, εἴπερ οἱο῀ς λέγεται ἦν: ᾧ καὶ γένους ὑπῆρξε λαμπροῦ τυχεῖν καὶ κάλλους, ἔτι δὲ ἀνδρείας καὶ ἰσχύος καὶ σωφροσύνης, ἃ δὴ μέγιστα τῶν ἀγαθῶν ἐστι: τό γε μὴν θαυμαστότατον ἐν ἀνθρώπῳ, ἀήττητον γενέσθαι οὐ μόνον τῶν ἀνταγωνιστῶν, ἀλλὰ καὶ πόνου καὶ καύματος καὶ γαστρὸς καὶ ἀφροδισίων:

δεῖ γὰρ πρῶτον τούτοις ἀήττητον εἶναι τὸν μέλλοντα ὑπὸ μηδενὸς τῶν ἀνταγωνιστῶν λειφθήσεσθαι. ἡδονὰς δὲ τίς μείζονας ἥσθη, ὅστις φιλοτιμότατος ὢν ἀεὶ ἐνίκα καὶ θαυμαζόμενος ᾐσθάνετο·

καί μοι δοκοῦσι σφόδρα αὐτὸν ἀγαπῆσαι οἱ θεοὶ καὶ μάλιστα τῇ τελευτῇ τιμῆσαι, ὡς ἂν μηδενὸς πειραθείη τῶν χαλεπῶν. ἀνάγκη γὰρ αὐτῷ ἦν προβαίνοντι ἀντὶ μὲν καλλίστου αἰσχροτέρῳ γίγνεσθαι, ἀντὶ δὲ ἰσχυροτάτου ἀσθενεστέρῳ, ἴσως δὲ καὶ λειφθῆναί του. ὅστις δὲ τοῖς μεγίστοις ἀγαθοῖς συναπέρχεται τὰ ἄριστα πράξας, οὗτος εὐδαιμονέστατα τελευτᾷ. εὑρ´οι δ᾿ ἄν τις καὶ τῶν παλαιῶν τοὺς θεοφιλεῖς ὠκυμόρους. Τίνας, ἔφη, τούτους λέγεις· Τὸν Ἀχιλλέα, εἶπον, καὶ Πάτροκλον καὶ Ἕκτορα καὶ Μέμνονα καὶ Σαρπηδόνα. καλῶς εἶπας εἰς παραμυθίαν ἀνθρώπων, καὶ ἔγωγε ἐβουλόμην σου ἔτι ἀκούειν:

ἀλλὰ γὰρ ὡρ´α γυμνάζειν τὸν παῖδα, καὶ ἀπέρχομαι.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION