호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐδέοντο μὲν πάλαι τῶν οἰκείων τῶν ἐμῶν τινες ἐντυγχάνειν μοι: καὶ τῶν πολιτῶν δὲ ἐλέγοντο ἐπιθυμεῖν πολλοὶ θεάσασθαι, νομίζοντες πλέον τι παρὰ τοὺς ἄλλους ἔχειν με διὰ τὴν ἄλην καὶ τὴν μεταβολὴν τοῦ βίου καὶ διὰ τὴν δοκοῦσαν αὐτοῖς τοῦ σώματος ταλαιπωρίαν: τελευτῶντες δὲ ἤδη καὶ ἐνεκάλουν, ἀδικεῖσθαι φάσκοντες. ἐγὼ δὲ οὐκ ἤθελον ἐγγὺς ἰέναι πρὸς αὐτοὺς τοὺς ὁρ´ους, ἀλλὰ ἐδόκει μοι τὸ τοιοῦτο παντελῶς ἀχθομένου τινὸς εἶναι τῇ φυγῇ καὶ ἐπιθυμοῦντος κατελθεῖν: ὥσπερ οἱ μηδὲν καταλιπόντες ἐν τῇ κύλικι δῆλοί εἰσι πάνυ διψῶντες. ἐλθὼν οὖν εἰς Κύζικον ἐκεῖ διέτριβον καὶ παρεῖχον, εἴ τις βούλεταί μοι τῶν ἐπιτηδείων συγγίγνεσθαι.
καὶ δὴ τὸ τοῦ κιθαρῳδοῦ τοῦτο ὃ λέγουσιν ἔσωσέ με, ᾠδήν τινα ᾅσαντα αὐτοῖς.
ἐπεὶ γὰρ ἧκεν ὁ ἄριστος τῶν νῦν κιθαρῳδῶν, ὡς δ᾿ ἔνιοί φασιν, οὐδὲ τῶν πρότερον οὐδενὸς ἐνδεέστερος, ἀλλ᾿ οὐδὲ Ἀρίονος τοῦ ἐκ πελάγους, μαντευόμενοι δῆλον ὅτι, πῶς γὰρ ἂν εἰδεῖεν τὸ σαφὲς οὐκ ἀκούσαντες ἐκείνου· - ὡς δ᾿ οὖν τάχιστα ᾔσθοντο ἐπιδημοῦντα τὸν ἄνδρα, εὐθὺς καὶ σπουδὴ ἀμήχανος καὶ πάντες ἐβάδιζον εἰς τὸ βουλευτήριον. ἐγὼ οὖν καὶ αὐτὸς, ἐξεῖναι νομίζων καὶ ἡμῖν ἀκοῦσαι καὶ μεταλαβεῖν οὕτω καλῆς εὐωχίας ἐν ἀνθρώποις τρισχιλίοις καὶ πλείοσιν, ἧκον ἐν πρώτοις πάνυ θαρρῶν.
εἰμὶ δὲ φιλήκοος καὶ φιλόμουσος ἀτεχνῶς, οὐ πάνυ ἔμπειρος ὢν μουσικῆς: ὥστε εἴπερ ἔτυχον γεγονὼς κατὰ ταὐτὸν Ὀρφεῖ, δοκῶ μοι, πρῶτος ἂν ἐπηκολούθουν, εἰ καὶ ἔδει μετὰ νεβρῶν τινων ἢ μόσχων, οὐδὲν αἰδούμενος: συναγελάζομαι θρεμμάτων, ὡραίων καὶ καλῶν, ἄλλως δὲ θορυβούντων καὶ σκιρτᾶν προθυμουμένων.
τοῦτο δὲ πέπονθα πρὸς τοὺς σοφιστάς τε καὶ ῥήτορας ἅπαντας σχεδόν.
καθάπερ οἱ πτωχοὶ καὶ τοὺς μετρίως εὐπόρους μακαρίζουσι διὰ τὴν αὑτῶν ἀπορίαν, κἀγὼ τοὺς ἁμῃγέπῃ δυνατοὺς λέγειν θαυμάζω καὶ ἀγαπῶ διὰ τὸ αὐτὸς ἀδύνατος εἶναι λέγειν. τὸ μέντοι τῶν κιθαρῳδῶν τε καὶ νὴ Δία τῶν ὑποκριτῶν οὐ παῤ ὀλίγον μοι δοκεῖ διαφέρειν πρὸς ἡδονήν. ἥ τε γὰρ φωνὴ μείζων καὶ δῆλον ὅτι ἐμμελεστέρα ἥ τε λέξις οὐκ αὐτοσχέδιος, ὥσπερ ἡ τῶν ῥητόρων ἐξ ὑπογύου τὰ πολλὰ πειρωμένων λέγειν, ἀλλὰ ποιητῶν ἐπιμελῶς καὶ κατὰ σχολὴν πεποιηκότων. καὶ τά γε πολλὰ αὐτῶν ἀρχαῖά ἐστι καὶ πολὺ σοφωτέρων ἀνδρῶν ἢ τῶν νῦν:
τὰ μὲν τῆς κωμῳδίας ἅπαντα: τῆς δὲ τραγῳδίας τὰ μὲν ἰσχυρά, ὡς ἐοίκε, μένει: λέγω δὲ τὰ ἰαμβεῖα: καὶ τούτων μέρη διεξίασιν ἐν τοῖς θεάτροις: τὰ δὲ μαλακώτερα ἐξερρύηκε τὰ περὶ τὰ μέλη: ὥσπερ οἶμαι τῶν ἀνθρώπων τῶν παλαιῶν ὅσα μέν ἐστι στερεὰ τοῦ σώματος, ὑπομένει τῷ χρόνῳ, τά τε ὀστᾶ καὶ οἱ μύες, τἄλλα δὲ ἐλάττω γίγνεται.
οὐκοῦν τὰ σώματα ὁρᾶται τὰ τῶν παντελῶς γερόντων ἐνδεδωκότα καὶ λαγαρά: ὅσοι δ᾿ αὖ παχεῖς γέροντες ὑπὸ πλούτου καὶ τρυφῆς, ἰσχυροῦ μὲν οὐδενὸς προσόντος ἔτι, πιμελῆς δὲ ἀντὶ τῶν σαρκῶν, εὐτραφεῖς δὴ ὁρῶνται καὶ νεώτεροι τοῖς πολλοῖς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기