- 텍스트

Dio, Chrysostom, Orationes, ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ.?

(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ.)

Δ. Φέρε, εἴ τινος ἀκούοις λέγοντος ὅτι βούλεται γεωργεῖν, μηδὲν δὲ πρὸς τοῦτο πράττοντα ὁρῴης αὐτόν, μήτε βοῦς ὠνούμενον ἤ τρέφοντα μήτε ἄροτρα κατασκευαζόμενον μήτε τὰ ἄλλα τὰ πρὸς τὴν γεωργίαν σκεύη, μηδὲ ἐνοικοῦντα ἐν ἀγρῷ αὐτὸν ἢ αὐτὸν μὴ κεκτημένον ἢ παῤ ἄλλου μισθωσάμενον, ἀλλ᾿ ἐν ἄστει τὰ πολλὰ διατρίβοντα περὶ τὴν ἀγορὰν καὶ τὸ γυμνάσιον καὶ περὶ πότους ὄντα καὶ ἑταίρας καὶ τὴν τοιαύτην ῥᾳθυμίαν, πότερον προσέξεις οἷς λέγει μᾶλλον ἢ τοῖς πραττομένοις ὑπ᾿ αὐτοῦ· καὶ πότερα φήσεις γεωργὸν εἶναι τὸν ἄνθρωπον καὶ ἐργάτην ἢ τῶν ἀργῶν καὶ ῥᾳθύμων· - Δῆλον ὅτι τῶν ἀργῶν.

- Δ. Εἰε῀ν: ὅμοιον, μήτε κύνας κεκτημένος μήτε λίνα μήτε ἵππον μήτε ὅλως ἐπὶ θήραν ἐξιών, ἀλλὰ μήτε ὑπὸ ἡλίου τὸ σῶμα ἐπικεκαυμένος μήτε ψύχους ἀνέχεσθαι δυνάμενος, ἐσκιατραφημένος δὲ καὶ ἁπαλὸς καὶ μάλιστα ἐοικὼς ταῖς γυναιξίν, ἔσθ᾿ ὅπως ὑπολάβοις ἂν τἀληθῆ λέγειν τοῦτον καὶ προσήκειν τι αὐτῷ κυνηγεσίων·

- Οὐκ ἔγωγε.

- Δ.

Ἄτοπον γὰρ ἀπὸ τῶν λόγων μᾶλλον, οὓς λέγει τις, ἢ ἀπὸ τῶν ἔργων εἰδέναι καὶ τεκμαίρεσθαι τὸν ἑκάστου βίον. εἰ δέ τις ἐπαγγέλλοιτο μὲν ὡς μουσικὴν ἄριστα ἐπιστάμενος καὶ περὶ τοῦτο διατρίβων, μήτε δὲ αὐτοῦ κιθαρίζοντος μηδεὶς πώποτε ἀκούσαι, ἀλλὰ μηδὲ κιθάραν ἢ λύραν ἔχοντα ὁρῴη τις, μήτε λόγον τινὰ διεξιόντα τῶν κατὰ μουσικὴν δίχα γε τῆς ἐπαγγελίας καὶ τοῦ ἐπίστασθαι φάσκειν τοῦ Ὀρφέως ἄμεινον καὶ τοῦ Θαμύρα, βλέποι δ᾿ αὐτὸν ἀλεκτρυόνας ἢ ὄρτυγας θεραπεύοντα καὶ τρέφοντα καὶ μετὰ τῶν τοιούτων ἀνθρώπων ὡς τὸ πολὺ διατρίβοντα, πότερον τῶν μουσικῶν τοῦτον δεῖ ὑπολαμβάνειν ἢ τούτων τῶν ἀνθρώπων, μεθ᾿ ὧν ἐστι καὶ οἷς ταὐτὰ ἐπιτηδεύει· - Δῆλον ὅτι τούτων. - Δ.

Εἂν δὲ ἀστρονόμος εἶναί τις ὑπισχνῆται καὶ σαφέστατα ἐπίστασθαι τὰς περιόδους καὶ πορείας καὶ τὰ ἀποστήματα πῶς ἔχουσι πρὸς ἄλληλα ἡλίου τε καὶ σελήνης καὶ τῶν τοιούτων ἄστρων καὶ τὰ οὐράνια πάθη, μηδὲν δὲ τοιοῦτον ᾖ προῃρημένος μηδὲ περὶ ταῦτα φροντίζων, ἀλλὰ μᾶλλον συνὼν τοῖς κυβεύουσι καὶ μετ᾿ ἐκείνων ἑκάστοτε ζῶν καὶ βλεπόμενος, ἀστρονόμον τοῦτον φήσεις ἢ κυβευτήν· - Οὐ μὰ τὸν Δἴ ἀστρονομίας ἡγησαίμην ἂν ἔγωγε προσήκειν αὐτῷ τι, πολὺ δὲ μᾶλλον κυβείας.

- Δύο δέ τινων τοῦ μὲν λέγοντος ὅτι πλευσεῖται τὴν ταχίστην καὶ πολλὰ κερδανεῖ χρήματα ἀπὸ ἐμπορίας, μήτε δὲ ναῦς μήτε ναύτας παρεσκευασμένου μήτε φόρτον ἔχοντος μηδένα, ἀλλὰ μηδὲ προσιόντος ὅλως τῷ λιμένι μηδὲ τῇ θαλάττῃ, τοῦ δὲ πραγματευομένου περὶ ταῦτα καὶ πλοῖον περισκοποῦντος καὶ κυβερνήτην καὶ χρήματα ἐμβαλλομένου:

πότερον αὐτῶν φήσεις ἐμπορίᾳ προσέχειν τὸν νοῦν· τὸν λέγοντα ἢ τὸν πράττοντα καὶ παρασκευαζόμενον τὰ τοῦ πλοῦ καὶ τὰ τῆς ἐμπορίας· - Ἐγὼ μὲν τοῦτον.

- Δ. Ἐπὶ παντὶ ἄρα τὸν μὲν λόγον, εἰ καθ᾿ αὑτὸν λέγοιτο, μηδενὸς ἔργου προσόντος, ἄκυρον ἡγήσῃ καὶ οὐ πιστόν: τὸ δ᾿ ἔργον αὐτὸ πιστόν τε καὶ ἀληθές, ἐὰν καὶ μὴ προάγῃ λόγος· - Οὕτως. - Δ. φιλοσοφίας δὲ οὐδέν ἐστιν οἰκεῖον ἔργον οὐδὲ πρᾶγμα οὐδὲ παρασκευή·

- Πάνυ μὲν οὖν.

- Δ. Ἀλλὰ ταῦτα μὲν ἄδηλα τὰ προσήκοντα τῷ φιλοσόφῳ καὶ φιλοσοφίᾳ, τὰ δὲ τῶν ἐμπόρων καὶ γεωργῶν καὶ μουσικῶν καὶ ἀστρονόμων καὶ ὧν νῦν δὴ εἶπον ἔκδηλα καὶ φανερά· - Οὔ μοι δοκεῖ. - Δ. Ἀλλὰ δὴ καὶ λόγοι τινές εἰσιν, ὧν δεῖ τὸν φιλοσοφοῦντα ἀκούειν, καὶ μαθήματα, ἃ δεῖ μανθάνειν, καὶ δίαιτα, ἣν δεῖ διαιτᾶσθαι, καὶ καθόλου βίος ἄλλος μὲν τοῦ φιλοσοφοῦντος, ἄλλος δὲ τῶν πολλῶν ἀνθρώπων: ὁ μὲν πρὸς ἀλήθειαν καὶ φρόνησιν τείνων καὶ θεῶν ἐπιμέλειαν καὶ θεραπείαν τῆς αὑτοῦ ψυχῆς, μακρὰν ἀλαζονείας καὶ ἀπάτης καὶ τρυφῆς, εὐτέλειάν τε καὶ σωφροσύνην - καὶ γὰρ στολὴ ἑτέρα μὲν τοῦ φιλοσοφοῦντος, ἑτέρα δὲ τῶν ἰδιωτῶν καὶ κατάκλισις καὶ γυμνάσια καὶ λουτρὰ καὶ ἡ ἄλλη δίαιτα, καὶ τὸν μὲν ἀκολουθοῦντα καὶ χρώμενον τούτοις δεῖ νομίζειν ὡς φιλοσοφίᾳ προσέχοντα τὸν νοῦν: τὸν δὲ ἐν μηδενὶ τούτων διαφέροντα μηδὲ ὅλως ἕτερον ὄντα τῶν πολλῶν οὐχ ἕνα ἐκείνων θετέον, κἂν μυριάκις εἴπῃ τε καὶ ἐπαγγείληται φιλοσοφεῖν ἐναντίον τοῦ δήμου τοῦ Ἀθηναίων ἢ Μεγαρέων ἢ παρὰ τοῖς Λακεδαιμονίων βασιλεῦσιν:

ἀλλ᾿ ὠστέον τοῦτον τὸν ἄνθρωπον εἰς τοὺς ἀλαζόνας καὶ ἀνοήτους καὶ τρυφερούς.

καίτοι μουσικὸν μὲν οὐκ ἀδύνατον εἷναι μὴ πράττοντα τὰ τοῦ μουσικοῦ:

ἡ γὰρ μουσικὴ οὐκ ἀναγκάζει ἀεὶ προσέχειν αὑτῇ τὸν νοῦν καὶ μηδὲν ἄλλο ποιεῖσθαι περὶ πλείονος: καὶ ἀστρονόμον ὄντα οὐδὲν ἴσως κωλύει τρέφειν ἀλεκτρυόνας ἢ κυβεύειν: οὐδὲν γὰρ ἡ ἀστρονομία ἐμποδών ἐστι τὸ μὴ τὰ δέοντα ποιεῖν:

καὶ νὴ Δία ἱππικὸν γενόμενον ἢ κυβερνήτην ἀγαθὸν ἢ γεωμέτρην ἢ γράμματα εἰδότα οὐδὲν θαυμαστὸν παρὰ ταῖς ἑταίραις ἢ ταῖς αὐλητρίσιν ὁρᾶσθαι: τὸ γὰρ ταῦτα ἐπίστασθαι οὐδὲν ποιεῖ βελτίω τὴν τοῦ ἀνθρώπου ψυχὴν οὐδὲ ἀποτρέπει τῶν ἁμαρτημάτων: φιλοσοφίᾳ δὲ προσέχων τις καὶ μετασχὼν τούτου τοῦ μαθήματος οὐκ ἄν ποτε ἀποσταίη τῶν βελτίστων, οὐδὲ τούτων ἀμελήσας αἰσχρόν τι καὶ φαῦλον προέλοιτ᾿ ἂν πράττειν οὐδὲ ἀργεῖν καὶ ὀψοφαγεῖν καὶ μεθύσκεσθαι.

τὸ γὰρ ταῦτα θαυμάζειν καὶ τὴν τούτων ἐπιθυμίαν ἐξαιρεῖ τῆς ψυχῆς καὶ τοὐναντίον εἰς μῖσος αὐτῶν καὶ κατάγνωσιν προάγει . τὸ δέ γε φῆσαι φιλοσοφεῖν καὶ ἀλαζονεύεσθαι καὶ αὑτὸν ἐξαπατῆσαι καὶ τοὺς ἄλλους οὐδὲν ἴσως κωλύει.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION