호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πρῶτον μέν, ὦ ἄνδρες, ὅταν ἀναστῶ, μὴ πάντως ἡγεῖσθε λόγων ἀκούσεσθαι θαυμαστῶν μηδὲ ἐπισήμων: λέγω δὲ οἱο῀ν πρὸς ἡδονήν τινα ἢ κάλλος ἢ σοφίαν εἰργασμένων. ἴσως μὲν γὰρ οὐδὲ ἄλλως ἦμεν ἱκανοὶ πρὸς τὸ τοιοῦτον, ἀλλὰ τύχῃ τινὶ τὸ πλῆθος καὶ τὰς πόλεις πάσας ἐξηπατήσαμεν: εἰ δ᾿ οὖν, ἀλλὰ νῦν πολλὴν ἀπορίαν καὶ λήθην εἰκὸς ἡμῖν γεγονέναι τῶν τοιούτων λόγων. ὁποῖα γὰρ ἂν πράττῃ τις καὶ ἐν ὁποίοις ἂν ᾖ πράγμασιν, ἀνάγκη καὶ τοὺς λόγους εἶναι παραπλησίους. ἡμεῖς δὲ πολὺν ἤδη χρόνον σμικρὰ καὶ ἄδοξα πράττομεν:
καὶ τοῦτο ἴσως ἀναγκαῖόν ἐστιν.
ὡς ἐγὼ πρότερον μὲν ἐθαύμαζον τῶν φιλοσόφων τοὺς καταλιπόντας μὲν τὰς αὑτῶν πατρίδας οὐδενὸς ἀναγκάζοντος, παῤ ἄλλοις δὲ ζῆν ἑλομένους, καὶ ταῦτα ἀποφαινομένους αὐτοὺς ὅτι δεῖ τὴν πατρίδα τιμᾶν καὶ περὶ πλείστου ποιεῖσθαι καὶ ὅτι πράττειν τὰ κοινὰ καὶ πολιτεύεσθαι τῷ ἀνθρώπῳ κατὰ φύσιν ἐστίν. τὸν Ζήνωνα, τὸν Χρύσιππον, τὸν Κλεάνθην, ὧν οὐδεὶς οἴκοι ἔμεινε ταῦτα λέγοντων.
οὐκ ἄρα ἐφρόνουν ἃ ἔλεγον·
πάντων μάλιστα, ὡς ἐμοὶ δοκοῦσιν. ἀλλὰ καλὸν μὲν ἡγοῦντο καὶ τῷ ὄντι μακάριον καὶ πρέπον ἀνδράσι σοφοῖς πρᾶγμα τῆς ἑαυτοῦ πόλεως ἐπιμέλειαν: τὰς δὲ ἐνούσας δυσκολίας καὶ τὰς χαλεπότητας ὑφεωρῶντο καὶ τῶν μὲν ἄγνοιαν, τῶν δὲ φθόνον, τῶν δὲ ἀγνωμοσύνην, εἰ μή τις σοφὸς ὢν ἅμα δύναιτο τὴν τοῦ Ἡρακλέους ἔχειν ἰσχὺν καὶ δύναμιν: τοῦτο δὲ ἀδύνατον ἡγοῦντο.
καίτοι τὸν Ἡρακλέα αὐτὸν ἀκούομεν τῆς μὲν Αἰγύπτου κρατῆσαι καὶ τῆς Λιβύης, ἔτι δὲ τῶν περὶ τὸν Εὔξεινον Πόντον οἰκούντων καὶ Θρᾳκῶν καὶ Σκυθῶν, καὶ τὸ Ἴλιον ἑλεῖν μικρῷ στόλῳ παραβαλόντα καὶ πάντων ἄρξαντα τῶν ἐθνῶν τούτων καταστῆσαι βασιλέα αὑτόν: ὁπότε δὲ εἰς Ἄργος ἀφίκοιτο, τὴν Αὐγέου κόπρον μεταφέρειν ἢ τοὺς ὄφεις θηρᾶν ἢ τὰς ὄρνιθας διώκειν, ἵνα μὴ ἐνοχλῶσι τοὺς ἐν Στυμφάλῳ γεωργούς, ἢ ἄλλα τοιαῦτα ποιεῖν φαῦλα καὶ ταπεινὰ προσταττόμενον: τελευταῖον δὲ εἰς ᾅδου φασὶ πεμφθῆναι αὐτόν: οὕτω σφόδρα ἐπιεικῶς αὐτῷ χρῆσθαι τὸν πολίτην.
τοὺς δὲ Ἀργείους καὶ Θηβαίους ἐπαινεῖν μὲν καὶ ἀγαπᾶν τὸν Ἡρακλέα, περιορᾶν δὲ ὑβριζόμενον. ἅ μοι δοκεῖ διανοηθεὶς Ὅμηρος, οὐ μόνον ποιητὴς ἀγαθὸς ὤν, ἀλλὰ καὶ τῷ τρόπῳ φιλόσοφος, τὸν ἅπαντα ἀποδημεῖν χρόνον, ὥστε μηδένα γνῶναι τὴν πατρίδα αὐτοῦ, καὶ μᾶλλον, ὡς ἐοίκεν, αἱρεῖσθαι πέντε καὶ εἴκοσι δραχμὰς προσαιτῶν λαμβάνειν, καὶ ταῦτα ὡς μαινόμενος, ἢ οἴκοι διάγειν.
τοιγαροῦν ἅπαντες ὕστερον ἠμφεσβήτησαν ὑπὲρ αὐτοῦ.
καὶ τὸ μὲν ἐκείνου ὄνομα παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις γιγνώσκεται, τὴν δὲ Ιὄν οὐδὲ ἀκηκόασιν οἱ πολλοὶ σχεδόν, εἴπερ ἦν Ιἤτης, καὶ τῆς Χίου οὐ πολύς ἐστι λόγος οὐδὲ Κολοφῶνος: καίτοι ποιητὴν οὐ χείρονα Ὁμήρου παρέχεται τὸν Ἀπόλλωνα. Πυθαγόρας δὲ ἐκ Σάμου μὲν ἔφυγεν ἑκὼν τυραννουμένης, παρὰ δὲ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, μάλιστα δὲ οἶμαι περὶ τὴν Ἰταλίαν ἐτιμᾶτο ὡς θεός. τί οὖν· πάλαι τις ἤδη κάθηται λέγων, σὺ πρὸς Ὅμηρον καὶ Πυθαγόραν καὶ Ζήνωνα παραβάλλεις αὑτόν·
Μὰ Δἴ οὐκ ἔγωγε, πλὴν ὅτι πᾶσι τοῖς φιλοσόφοις ἔδοξε χαλεπὸς ἐν τῇ πατρίδι ὁ βίος. ἐπεὶ τί οἰέσθε· οὐχὶ φιλεῖν τὰς πατρίδας· τὸν Ὅμηρον ὑπὲρ μὲν Ὀδυσσέως ὀδύρεσθαι καὶ φάσκειν αὐτὸν ἐθέλειν τὸν καπνὸν ἰδόντα τὸν ἐκ τῆς Ἰθάκης παραχρῆμα ἀποθανεῖν, αὐτὸν δὲ μὴ στέργειν τὴν αὑτοῦ πόλιν, ἀλλ᾿ οὐ τὸν οἰκεῖον ἔρωτα καὶ τὴν ἐπιθυμίαν ὁμολογεῖν, ἣν εἶχε τῆς πατρίδος, ἐπ᾿ ὀνόματι τοῦ Ὀδυσσέως·
ὃς δὲ πάντα τὸν χρόνον ἔμεινεν ἐν τῇ πατρίδι, πράττων ὅ,τι δοκοίη τοῖς πολίταις καὶ τοῖς νόμοις, εἰ μέν τι μέγα ὤνησε τοὺς Ἀθηναίους, οὐκ ἔχω εἰπεῖν:
τὴν δὲ βλάβην ἐπίσταμαι τὴν γενομένην αὐτοῖς. ἔτι γὰρ νῦν ὀνειδίζονται περὶ Σωκράτους, ὡς οὔτε δικαίως οὔτε ὁσίως τῷ ἀνδρὶ προσενεχθέντες, καὶ πάντων αὐτοῖς τῶν ὕστερον γενομένων κακῶν ταύτην φασὶ συμβῆναι τὴν αἰτίαν. ταῦτα μὲν ἀκηκόατε ἄλλως παρὰ ἀνθρώπου πλάνητος καὶ ἀδολέσχου.
ὃ δ᾿ οὖν ἔφην, παραιτοῦμαι ὑμᾶς μηδένα ἀπαιτεῖν ἐν τῷ παρόντι παῤ ἐμοῦ λόγον μεγαλόφρονα καὶ σοφόν, ἀλλ᾿ ἰδιωτικὸν καὶ φαῦλον, ὁποῖα καὶ τὰ πράγματά ἐστιν. εὖ δ᾿ ἴστε, ὥσπερ προειλόμην σιγᾶν, ἀφ᾿ οὗ νῦν ἧκον, οὐκ ἂν ἐφθεγξάμην, εἰ μή τι ἀναγκαῖον συμβεβήκει.
ἐγὼ γὰρ ἡψάμην πράγματος, ὅ μοι πολλῶν τῷ ὄντι πραγμάτων αἴτιον γέγονε καὶ θαυμαστῆς ἀηδίας.
ὥστε πρότερον μὲν οὐκ ᾔδειν τὸ τῶν Θετταλῶν τί ποτέ ἐστι τὸ ἐφ᾿ αὑτὰς τὴν σελήνην κατάγειν, νῦν δὲ ἐπιμελῶς ἔγνωκα. καὶ τὸν Ἀριστοτέλην ἐνίοτε ἐμακάριζον, ὅστις Σταγειρίτης ὤν ῾τὰ δὲ Στάγειρα κώμη τῆς Ὀλυνθίας ἦν᾿ ἁλούσης δὲ Ὀλύνθου συγγενόμενος Ἀλεξάνδρῳ καὶ Φιλίππῳ διεπράξατο οἰκισθῆναι πάλιν τὸ χωρίον, καὶ μόνον αὐτὸν ἔφασκον εὐτυχῆσαι τὴν εὐτυχίαν ταύτην, ὥστε τῆς πατρίδος οἰκιστὴν γενέσθαι.
μεταξὺ δὲ πρῴην ἐνέτυχον ἐπιστολῇ τινι, ἐν ᾗ ἐστι μετανοῶν καὶ ὀδυρόμενος καὶ λέγων ὅτι τούτων τινὲς καὶ τὸν βασιλέα καὶ τοὺς ἀφικνουμένους σατράπας διαφθείρουσιν, ὥστε μηδὲν ἀγαθὸν γενέσθαι μηδὲ ὅλως κατοικισθῆναι τὴν πόλιν. ὅπου δὲ καὶ τοῦτο ἐλύπει τινάς, εἰ φυγάδες ὄντες καὶ ἀπόλιδες πατρίδα ἕξουσι καὶ πολιτεύσονται κατὰ νόμους ἐν ἐλευθερίᾳ, μᾶλλον δ᾿ ᾑροῦντο διῳκίσθαι κατὰ κώμας τοῖς βαρβάροις ὁμοίως ἢ σχῆμα πόλεως καὶ ὄνομα ἔχειν:
ἦπου προσήκει θαυμάζειν καὶ εἰ ἄλλο τι λυπεῖ τινας· ὃ δ᾿ οὖν Ἀριστοτέλης ἐπιστέλλων γέγραφεν ὡς τοῖς πράγμασιν ἀπειρηκώς: φησὶ γὰρ αἴρειν τοὺς δακτύλους: τοὺς Ἰδαίους κἀμὲ νομίζετε καὶ εἴ τινές εἰσιν ἕτεροι.
καὶ γὰρ δὴ πλεῖον ἴσχυσεν ἡ τῶν ἀνθρώπων ἐκείνων κακοδαιμονία τῆς τοῦ Ἀριστοτέλους σπουδῆς, ὥστε οὐκ εἰάσαν προβῆναι τὸ κωμίον εἰς ἀξίωμα πόλεως, καὶ νῦν ἔτι ἀοίκητόν ἐστιν. ἀλλ᾿ ὅπως μὴ καὶ τοῦτό μου διαβάλῃ τις, ὡς ἐγὼ Στάγειρα καὶ κώμην καλῶ τὴν πόλιν ταύτην:
δύναμαι γὰρ ὀμόσας εἰπεῖν μηδεμίαν ἄλλην πόλιν ἐμοὶ κρείττω πεφηνέναι, κἂν εἰ μόνον εἶχε τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, ὃ ἐγὼ κατέλυσα ὁ τὰς πόλεις πορθῶν καὶ τὰς νεκροπόλεις. ἵνα δ᾿ οὖν μὴ ἐπιλάθωμαι οὗ χάριν ἀνέστην, ἁμάρτημα ἴσως ἥμαρτον ἀνθρώπινον.
νῦν οὖν τίνα με βούλεσθε ὑποσχεῖν ζημίαν ἀντὶ τούτου τοῦ ἁμαρτήματος ἢ τί ποιεῖν· ἀξιῶ συμβούλους ὑμᾶς γενέσθαι: πότερον καθελεῖν με τὸ ἔργον ταῖς ἐμαυτοῦ δαπάναις τὸ γεγονὸς καὶ ποιῆσαι πάντα ὁποῖα ἦν πρότερον· ἀλλὰ ἴσως οὐ δυνήσομαι. ἢ τί πρὸς θεῶν·
εἴπατέ μοι. τά γε τοιαῦτα ὁμοφρονοῦντας, καὶ τὸν αὐτοκράτορα τοιαῦτα ἐπιστέλλοντα τύχῃ τινί, ὅτι βούλεται πάντα τρόπον αὔξεσθαι τὴν πόλιν ὑμῶν ἑ᾿πιτρέψατε δὲ ἀναγνῶναι τὴν ἐπιστολήν, ἐπειδὴ τὴν τοῦ Ἀριστοτέλους μακρὸν ἦν καὶ περίεργον:
- ᾿ ᾤμην καὶ παῤ ὑμῖν ταῦτα ἔσεσθαι, καὶ μηδένα λυπήσεσθαι τῆς πόλεως κατασκευαζομένης.
καὶ τοῦτό γε ἀπέβη τοιοῦτον: καὶ γὰρ ἔδοξεν ὑμῖν ταῦτα καὶ πολλάκις συνεισεφέρετε αὐτοὶ καὶ προεθυμεῖσθε. τί οὖν βούλεσθε· ἐγὼ γὰρ ὄμνυμι τοὺς θεοὺς ὑμῖν ἅπαντας, ἦ μὴν ἀντὶ τοῦ λυπεῖν ὑμᾶς ἤ τινας ὑμῶν ἢ δοκεῖν βαρὺς οὐκ ἂν ἑλοίμην ἴδιά μοι γενέσθαι τὰ Δαρείου βασίλεια ἢ τὰ Κροίσου ἢ τὴν οἰκίαν τὴν πατρῴαν τὴν ἐμὴν χρυσῆν τῷ ὄντι, ἀλλὰ μὴ ὥσπερ ὀνόματι μόνον τὴν τοῦ Νέρωνος καλοῦσιν. οὐδὲ γὰρ ὄφελος οὐδὲν οἰκίας χρυσῆς, οὐ μᾶλλον ἢ χύτρας χρυσῆς ἢ τῆς πλατάνου τῆς ἐν Πέρσαις.
πόλεως δὲ ὄφελος εὐπρεποῦς γιγνομένης, ἀέρα πλείονα λαμβανούσης, εὐρυχωρίαν, τοῦ μὲν θέρους σκιάν, τοῦ δὲ χειμῶνος ἥλιον ὑπὸ στέγῃ, ἀντὶ φαύλων καὶ ταπεινῶν ἐρειπίων οἰκήματα ὑψηλὰ καὶ μεγάλης πόλεως ἄξια:
ταπεινὰ καὶ ἀναυξῆ, φασὶν ἀεί ποτε μενεῖν τοιαῦτα, οὕτως ἔχῃ καὶ περὶ τὴν ἡμετέραν πόλιν.
ἀλλὰ τί μοι περὶ τούτων νῦν λέγειν·
καλῶς μέ τις ἀηδόνα ἔφη τῶν σοφιστῶν, λοιδορῆσαι βουλόμενος: διὰ τοῦτο, ἐμοὶ δοκεῖν, ὅτι καὶ τὴν ἀηδόνα γλώσσαργόν φασιν οἱ ποιηταί.
ἴσως δ᾿ ἂν ὅμοιος εἰήν τοῖς τέττιξι: καὶ γὰρ ἐκεῖνοι πρὸς τὸν ἥλιον διψῶντες ᾅδουσιν ὑπὸ ἀνοίας οὐδὲν ὠφελούμενοι. πλὴν τοσοῦτό γε μόνον, οὐκ ἄξιον ἴσως παραλιπεῖν περὶ τῶν μνημάτων καὶ τῶν ἱερῶν, ὅτι τοὺς Ἀντιοχέας οὐκ εἰκός ἐστιν οὐδενὸς ἅψασθαι τοιούτου: πολὺ γὰρ ἐλάττω τόπον ἐποίουν τοῦ παῤ ἡμῖν, ὧν ἡ πόλις ἓξ καὶ τριάκοντα σταδίων ἐστὶ τὸ μῆκος καὶ στοὰς ἑκατέρωθεν πεποιήκασιν: οὐδὲ τοὺς Ταρσεῖς οὐδὲ νῦν Νικομηδεῖς, οἳ ἐψηφίσαντο τὰ μνήματα μεταίρειν. ὁ δὲ Μακρῖνος, ὃν εὐεργέτην ἀνεγράψατε τῆς πόλεως, τὸ Προυσίου τοῦ βασιλέως μνημεῖον μετήνεγκεν ἐκ τῆς ἀγορᾶς καὶ τὸν ἀνδριάντα.
οὐδεὶς γάρ ἐστι παῤ ἐκείνοις φιλόπολις ἀνὴρ οὐδὲ ἐπιμελὴς περὶ τοὺς θεούς: ἀλλὰ παρά γε ἡμῖν ἦσαν πολλοί. πλὴν ταῦτα μὲν ὅπως ποτὲ δοκεῖ. τί γὰρ ἐμοὶ τῆς ἐνθάδε στοᾶς· Λακεδαίμονι, τὰς ἐν τῇ Ῥώμῃ τὰς χρυσᾶς, ἐν ταῖς τῶν Ἀντιοχέων, τῶν Ταρσέων, μετὰ πλείονος τιμῆς, ἢ μόνον ἕξοντά με καὶ περιπατήσοντα, τῶν δὲ ἄλλων οὐδένα πολιτῶν.
ἀλλ᾿ οὔτε γυμνάσιον ἐν πόλει μόνος οὐδεὶς ἔχει γυμναζόμενος οὔτε στοὰν οὔτε βαλανεῖον οὔτε ἄλλο τῶν δημοσίων οὐδέν. ἢ ἐγὼ τετύφωμαι καὶ ἀνόητός εἰμι· πλὴν ὅ γε ἠξίωσα, συμβουλεύσατέ μοι.
ὡς ἐγὼ βουλόμενος ὑμῖν ἀρέσκειν πάντα τρόπον ἀπορῶν. νῦν γὰρ ἐὰν ἅπτωμαι τοῦ πράγματος καὶ σπουδάζω γίγνεσθαι τὸ ἔργον, τυραννεῖν μέ φασί τινες καὶ κατασκάπτειν τὴν πόλιν καὶ τὰ ἱερὰ πάντα. δῆλον γὰρ ὅτι ἐνέπρησα τὸν νεὼν τοῦ Διὸς καὶ τοὺς ἀνδριάντας ἐκ τοῦ μυδῶνος ἐρρυσάμην, καὶ νῦν ἐν τῷ φανερωτάτῳ κεῖνται τῆς πόλεως. ἐὰν δὲ τὴν ἡσυχίαν ἄγω, μὴ βουλόμενος μηδένα στένειν μηδὲ προσκρούειν μηδενί, βοᾶτε ὑμεῖς, Γιγνέσθω τὸ ἔργον ἢ καθαιρείσθω τὸ γεγονός:
ὥσπερ ἐμοὶ τοῦτο προφέροντες καὶ ὀνειδίζοντες. τί οὖν βούλεσθέ με ποιεῖν·
ὃ γὰρ ἂν εἴπητε, τοῦτο ποιήσω καὶ περὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἐρῶ, οὐδὲ ἂν ᾖ τις ἔργον πεποιηκὼς ὑπὲρ οὗ λόγον μὴ δέδωκεν, οὐδ᾿ ἂν ἔτι ποιῶν καὶ χρήματα λαμβάνων ἀεὶ παρὰ τῶν κατ᾿ ἔτος ἀρχόντων, ὥσπερ εἰς τὸν ἄπληστον πίθον τάδε ληψόμενος, οὐδὲ ἂν ἄλλο τι γίγνηται: τί γὰρ ἐμοὶ τούτων· διὰ μὲν γὰρ τῆς στοᾶς οὐ διελεύσομαι, σαφῶς ἴστε. ἀλλὰ πονεῖν καὶ προσιέναι καὶ παρακαλεῖν τὸν ἀνθύπατον, ὅπως πρᾴως καὶ πρὸς δύναμιν εἰσπράττῃ τοὺς ὑπεσχημένους· καὶ τοῦτο ἕτοιμος ποιεῖν οὐ μόνον, ἀλλὰ καὶ αὐτὸς συμβάλλεσθαι μέρος τῆς ὑποσχέσεως, ὥστε κουφίζεσθαι τοὺς ἄλλους. μόνον ἕν τι προστάξατε: εἰ δὲ μή, τὴν ἡσυχίαν ἕξω βοώντων ὑμῶν, μᾶλλον δὲ ἄπειμι.
οὐ γὰρ ὥσπερ ἡ ἀλώπηξ καταφαγοῦσα τὰ κρέα οὐκ ἐδύνατο ἐξελθεῖν ἐκ τῆς δρυὸς διὰ τὸ ἐμπλησθῆναι, κἀμοὶ ἐξελθεῖν διὰ τοῦτο χαλεπόν. πολὺ γὰρ γέγονα λεπτότερος ἢ ὅτε εἰσῆλθον. καὶ πρὸς θεῶν μή μοι νομίζετε χαρίζεσθαι περὶ τῆς στοᾶς ἐπιβοῶντες.
ἐμοὶ γὰρ εἷς ἀνήρ ἐστιν ὁ χαριζόμενος ἐν τῇ πόλει σχεδόν, ὡς ἐγὼ ἀκούω, καὶ μάλιστα προνοῶν τῶν ἐμοὶ συμφερόντων: καὶ οὔτε φίλος οὔτε συγγενὴς οὕτως οὐδεὶς ἐμοῦ κήδεται. σκοπεῖτε δὲ εἰ δόξει καλῶς ὑμῖν ὑπὲρ ἐμοῦ λογίζεσθαι καί με ἀγαπᾶν, ὃς πρῶτον οἰέταί με δεῖν πολλὰ κινδυνεύσαντα καὶ πονήσαντα τὴν ἡσυχίαν ἐνθάδε ἄγειν καὶ τοῖς ἐμαυτοῦ προσέχειν καὶ μήτε ἡγεμόνας θεραπεύειν μήτε ἄλλην ἀσχολίαν μηδεμίαν ἔχειν: ἀπολέσαντα δὲ πάντα, ὅσα τῶν ἐμῶν εἶχε, δανεισάμενόν τε, ὥστε τὰ χωρία πρίασθαι, τοῦτο ἀποδοῦναι τὸ χρέος καὶ τὰ πρότερον ὀφειλόμενα, καὶ μὴ στοὰν οἰκοδομεῖν μηδὲ ἀναλίσκειν παρὰ δύναμιν:
ἔπειτα συνηθείας οὔσης μοι πρὸς τὸν αὐτοκράτορα, ἴσως δὲ καὶ φιλίας, καὶ πρὸς ἄλλους πολλοὺς τοὺς δυνατωτάτους σχεδόν τι Ῥωμαίων, ἐκείνοις συνεῖναι τιμώμενον καὶ θαυμαζόμενον:
εἰ δὲ ἄρα ἀποδημῶν ἥδομαι, τὰς μεγίστας πόλεις ἐπιέναι μετὰ πολλοῦ ζήλου καὶ φιλοτιμίας παραπεμπόμενον, χάριν εἰδότων μοι παῤ οὓς ἂν ἀφίκωμαι καὶ δεομένων λέγειν καὶ συμβουλεύειν καὶ περὶ τὰς ἐμὰς θύρας ἰόντων ἐξ ἑωθινοῦ, μηδὲν ἀναλώσαντα μηδὲ προστιθέντα, ὥστε θαυμάζειν ἅπαντας καὶ τυχὸν ἂν εἰπεῖν τινας, ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών κε πόλιν καὶ δῆμον ἵκηται:
ἀλλὰ μὴ δαπανᾶν μὲν ἐξ ὀλίγων ὑπαρχόντων, ἀσχολεῖσθαι δὲ ἀσχολίας ἀνωφελεῖς, τὸ δὲ σῶμα, θεραπείας δεόμενον καὶ πολλῆς προσοχῆς, καταφθείρειν ἀμελοῦντα, τὴν δὲ ψυχὴν τοσοῦτον χρόνον ἐᾶν ἄγευστον φιλοσοφίας καὶ τῶν τοιούτων μαθημάτων, πρὸς δὲ τὸν δεῖνα ἐξετάζεσθαι ἢ τὸν δεῖνα καὶ κακῶς ἀκούειν ἐνίοτε καὶ δάκνεσθαι.
πρὸς θεῶν ὁ ταῦτα ὑπὲρ ἐμοῦ φροντίζων καὶ διαλεγόμενος οὐχ οὗτός ἐστιν ἀνθρώπων ἁπάντων εὐνούστατος ἐμοὶ καὶ μάλιστα ὑπ ἐμοῦ φιλεῖσθαι δίκαιος·
ὅταν δὲ ἀκούω λέγειν τινὰ ὡς περὶ τυράννου, παράδοξον ἐμοὶ φαίνεται καὶ γελοῖον. ἐγὼ γὰρ ἐπίσταμαι τῶν τυράννων ἔργα τοιαῦτα, μοιχεύειν γυναῖκας ἀλλοτρίας καὶ διαφθείρειν παῖδας, ἀνθρώπους ἐλευθέρους τύπτειν καὶ αἰκίζεσθαι πάντων ὁρώντων, τοὺς δὲ καὶ στρεβλοῦν, οἱο῀ν εἰς ζέοντα λέβητα καθιέντας, ἄλλους δὲ καταπιττοῦντας:
ὧν οὐδὲν ἐγὼ ποιῶ:
ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν, ὅτι πρεσβυτέρα τὴν ἡλικίαν οὖσα καὶ μάχλος ἠνάγκαζε συγγίγνεσθαί τινας ἑαυτῇ. τῶν δὲ τυράννων ἕνα ἀκήκοα ταῦτα ποιοῦντα, πρεσβύτην θρασύν. ὧν τί πρὸς ἐμέ ἐστιν·
ἢ ὅτι τὴν οἰκίαν οἰκοδομῶ πολυτελῶς· ἀλλ᾿ οὐκ ἐῶ πίπτειν· ἢ ὅτι πορφύραν αὐτὸς ἠμφίεσμαι· ἀλλ᾿ οὐ φαῦλον τριβώνιον· ἀλλ᾿ ὅτι κομῶ καὶ γένεια ἔχω· τοῦτο δ᾿ ἴσως οὐ τυραννικόν ἐστιν, ἀλλὰ βασιλικόν. ἔφη δ᾿ οὖν τις ὅτι καὶ τὸ κακῶς ἀκούειν καλῶς ποιοῦντα καὶ τοῦτο βασιλικόν ἐστιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기