- 텍스트

Dio, Chrysostom, Orationes, ΠΡΟΣ ΑΠΑΜΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ.?

(디오, 크리소토모스, 연설 (2), ΠΡΟΣ ΑΠΑΜΕΙΣ ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ.)

Ὅτι μὲν ὑμεῖς, ὦ βουλὴ καὶ τῶν ἄλλων οἱ παρόντες οἱ μετριώτατοι, πρᾴως πρὸς ἐμὲ καὶ φιλικῶς ἔχετε, δοκῶ μοι τοῦτο γιγνώσκειν. ψηφίσματι πέμψαντες, συνηδόμενοι τῆς καθόδου καὶ παρακαλοῦντες ἐπιδημῆσαι πρὸς αὑτούς.

καὶ ἴσως οὐδὲν ἐποιεῖτε θαυμαστόν: οὐ γὰρ μόνον αἱ λοιπαὶ πόλεις, ἀλλὰ καὶ τῶν ἰσοτίμων ὑμῖν αἱ πλεῖσται σχεδόν, ὅπου γέγονα, καὶ πολιτείας καὶ βουλῆς καὶ τῶν πρώτων τιμῶν οὐδὲν δεομένῳ μετέδωκαν, οὐκ ἀνωφελῆ σφισι νομίζοντες οὐδὲ ἀνάξιον τιμᾶσθαι.

τὸ δὲ ὑμέτερον οὐκ ἔστιν ἀλλότριον, ἀλλ᾿ ὡς ἂν εὐνοίᾳ καὶ χάριτι πατρίδος τιμώσης πολίτην αὑτῆς. τὸ δὲ εἶναί τινας, ὡς ἂν ἐν δήμῳ, τῶν ἐνθάδε ἐμοὶ σχεδὸν μὴ σφόδρα ἡδομένους οὐκ ἂν θαυμάσαιμι διὰ τὴν τῶν πόλεων φιλοτιμίαν. καίτοι ἐπίσταμαι σαφῶς οὐδὲ τοὺς ἐκεῖ πολίτας ἅπαντας ἀρέσαι δυνάμενος, ἀλλ᾿ ἐνίους δἰ αὐτὸ τοῦτο ἀχθομένους ὅτι λίαν δοκῶ φιλόπολις καὶ πρόθυμος.

δεῖ δὲ τὸν ἐπιεικῆ καὶ μέτριον ἄνδρα καὶ ταύτην παρέχειν τὴν ἐξουσίαν τοῖς ἑαυτοῦ πολίταις.

τὸ γὰρ μηδένα ἐν πόλει μήτε ἀντιλέγειν ἑνὶ μήτε μέμφεσθαι κἂν ἅπαντα φαίνηται ποιῶν καλῶς, οὐ δήμων ἐστὶν οὐδὲ ἐπιεικές, ἀλλὰ μᾶλλον φιλεῖ τὸ τοιοῦτον συμβαίνειν τοῖς τυράννοις ἢ τοῖς εὐεργέταις. εἰ οὖν εἰσί τινες πρὸς ἐμὲ δυσκόλως διακείμενοι, τούτοις μάλιστα πιστεύω. δῆλον γὰρ ὡς νομίζοντές με ἀγαπᾶν τὴν ἐμαυτοῦ πατρίδα καὶ πάντα τρόπον αὔξειν οὕτως ἔχουσιν. ἐὰν οὖν πεισθῶσιν ὅτι καὶ ταύτην ἡγοῦμαι πατρίδα, καὶ πράττειν ὑπὲρ αὐτῆς ὅ,τι ἂν δύνωμαι πρόθυμός εἰμι, ῥᾳδίως μεταβαλοῦνται καὶ ἀγαπήσουσί με τοῖς ἄλλοις ὁμοίως. τὸ μὲν οὖν φιλεῖν τὴν πατρίδα μάλιστα πάντων οὐκ ἔξαρνός εἰμι.

πυνθάνομαι δὲ αὐτῶν, εἰ τοῦτο ἀδίκου νομίζουσιν ἀνδρὸς εἶναι καὶ μοχθηροῦ, καὶ πολίτην τοιοῦτον οὐκ ἂν ἐθέλοιεν εἶναι παῤ αὑτοῖς. οὐκοῦν ἔξεστιν ὑμῖν ἔχειν κἀμὲ πολίτην ἀνυπόπτως καὶ τῶν ἄλλων τοὺς βελτίστους. καὶ τοίνυν δἰ αὐτό μοι τοῦτο πιστεύοιτε ἂν δικαιότερον.

ὅστις μὲν γὰρ ἀγνώμων περὶ τοὺς φύσει γονέας, οὐκ ἂν γένοιτο ὅσιος οὐδὲ πρὸς τοὺς θεμένους αὐτόν. ὁ δὲ τοὺς γεννήσαντας ἀγαπῶν οὐδέποτ᾿ ἂν ἀμελήσειε τῶν χάριτι γονέων γενομένων.

τὸ μὲν γὰρ τῆς φύσεως αὐτόματόν ἐστι, τὸ δὲ τῆς χάριτος ἑκούσιον. εἰμὶ μὲν οὖν πολίτης ἑκατέρων: ἀλλ᾿ ἐκείνοις μὲν οὐ δεῖ με περὶ τούτου χάριν εἰδέναι, ὑμᾶς δὲ ὡς εὐεργέτας ἀμείβεσθαι δίκαιον. διὰ γὰρ τὴν ὑμετέραν εὔνοιαν καὶ δωρεὰν μετέχω τῆς πόλεως. ἀλλ᾿ ὅσοι μὲν αὐτοὶ πολῖται γεγόνασι, τούτοις μόνον ὑπάρχει φιλάνθρωπον τὸ τῆς δωρεᾶς, τὸ δὲ τῆς φύσεως ἀναγκαῖον οὐ πρόσεστιν.

ἐμοὶ δὲ ἀμφοτέρων μέτεστιν: ὁ μὲν γὰρ πάππος ὁ ἐμὸς μετὰ τῆς μητρὸς τῆς ἐμῆς παρὰ τοῦ τότε αὐτοκράτορος φίλου ὄντος ἅμα τῆς Ῥωμαίων πολιτείας καὶ τῆς ὑμετέρας ἔτυχεν, ὁ δὲ πατὴρ παῤ ὑμῶν:

ὥστε καὶ χάριτι καὶ γένει πολίτης ὑμέτερός εἰμι. τὸ γὰρ ἀπωτέρω δυοῖν βαθμοῖν ζητεῖν τὸ γένος οὐδαμῶς ἐπιεικές. οὐδεὶς γὰρ οὕτω τό γε ἀληθὲς ἐξ οὐδεμιᾶς εὑρεθήσεται πόλεως. καὶ μὴν τῶν γε ἐμῶν τέκνων ἥδε πατρίς ἐστι μᾶλλον. τὸ μὲν οὖν ἀναγκαῖον συνακολουθεῖν τὰ τέκνα τῷ πατρί: πολὺ δὲ ἥδιον τὸν πατέρα τοῖς παισὶ συνέπεσθαι.

διὰ μὲν δὴ ταῦτα εὔνους ὢν ὑμῖν τυγχάνω καὶ πολίτου διάθεσιν ἔχω:

καὶ φανερῶς δὲ ἐδήλωσα. τῆς γὰρ φιλονικίας ἐνεστώσης ταῖς πόλεσι, καὶ τῆς πατρίδος σφόδρα μὲν αἰδουμένης ἐμὲ ἄκοντα ἐνοχλῆσαι, σφόδρα δὲ ἐπιθυμούσης ἀναλαβεῖν τὸ πρᾶγμα, πολλάκις τῷ τιμᾶν προκαλουμένης οὐχ ὑπήκουσα πρὸς τοῦτο μόνον, οὐδὲν ἂν ὀκνήσας ἐκείνης ἕνεκεν ποιῆσαι, μηδενὸς ἔλαττον τυχὸν πρᾶξαι δυνάμενος, καὶ φίλων μοι ὄντων οὔτε ὀλίγων οὔτε ἀδυνάτων, ἵνα μηδὲν ἐπίφθονον εἴπω μηδὲ ὃ λυπήσει τινάς, ἔτι δὲ οὐκ ὀκνῶν τὴν ὁδόν, ὁπότε δεῖ με καὶ ἄλλως ἀπιέναι. τούτων οὖν ὑπαρχόντων ἀπεσχόμην τοῦ πράγματος, οὐκ ἐκείνους προδιδούς, ἀλλ᾿ αἰδούμενος ὑμᾶς καὶ νομίζων χρησιμώτερος ἔσεσθαι κἀκείνοις καὶ ὑμῖν, ἐὰν δύνωμαι φίλας ποιῆσαι τὰς πόλεις τῶν τε πρότερον ζητημάτων ἀπαλλάξας καὶ τὸ λοιπὸν εἰς εὔνοιαν καὶ ὁμόνοιαν προτρεψάμενος.

τοῦτο γὰρ ἁπάντων βέλτιστόν τε καὶ ἄριστον οὐ μόνον τοῖς ἴσοις πρὸς ἀλλήλους, ἀλλὰ καὶ τοῖς κρείττοσι πρὸς τοὺς ὑποδεεστέρους. ἐπίσταμαι μὲν οὖν ὡς χαλεπόν ἐστιν ἀνθρώπων ἐξελεῖν ἔριν, καὶ ταῦτα ἐν πλείονι χρόνῳ τεθραμμένην, ὥσπερ νόσημα ἐκ πολλοῦ συμπεφυκὸς οὐ ῥᾴδιον ἀπαλλάξαι τοῦ σώματος, ἄλλως τε εἴ τις ἐθέλοι ἀνωδύνως ἰᾶσθαι.

ὅμως δὲ πιστεύω τῷ τῆς πόλεως ἤθει, νομίζων οὐ σκληρὸν οὐδὲ ἀμαθές, ἀλλὰ τῷ ὄντι γνήσιον ἐκείνων τῶν ἀνδρῶν καὶ τῆς μακαρίας πόλεως, ὑφ᾿ ἧς δεῦρο ἐπέμφθητε φίλοι δὴ παρὰ φίλους οἰκήσοντες:

ἣ τοσοῦτον εὐτυχίᾳ διαφέρουσα τῶν ἄλλων ἀνθρώπων καὶ δυνάμει πλέον διενήνοχεν ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ, τοῦτο μὲν ἀφθόνως μεταδιδοῦσα καὶ πολιτείας καὶ νόμων καὶ ἀρχῶν, οὐδέν᾿ ἀλλότριον ἡγουμένη τῶν ἀξίων, τοῦτο δὲ ὁμοίως ἅπασι φυλάττουσα τὸ δίκαιον. ἣν προσήκει μιμουμένους ὑμᾶς πρᾴους καὶ μεγαλόφρονας φαίνεσθαι καὶ τοῖς ἐγγὺς οὕτω καὶ συνοίκοις σχεδὸν μὴ χαλεποὺς μηδὲ ὑπερηφάνους γείτονας, πρὸς οὓς ὑμῖν καὶ γάμοι κοινοὶ καὶ τέκνα καὶ πολιτεῖαι καὶ θυσίαι θεῶν καὶ πανηγύρεις καὶ θεάματα, καὶ συμπαιδεύεσθε τοῖς καθ᾿ ἕνα καὶ συνεστιᾶσθε καὶ ἀλλήλους ὑποδέχεσθε καὶ τὸν πλείω χρόνον συνδιατρίβετε καὶ σχεδὸν εἷς ἐστε δῆμος καὶ μία πόλις ἐν οὐ πολλῷ διαστήματι.

καὶ τοίνυν πλείους τῶν ἐκεῖθεν καὶ πολίτας πεποίησθε, καὶ βουλῆς μετεδώκατε, καὶ ἄρχοντας οὐκ ἀπηξιώσατε γενέσθαι παῤ ὑμῖν, καὶ τῶν σεμνῶν τούτων, ἃ τῆς Ῥωμαίων ἐστὶ πόλεως, ἐκοινωνήσατε. πῶς οὖν εἰκὸς καθ᾿ ἕνα μὲν ἕκαστον ἡγεῖσθαι φίλον καὶ τιμᾶν, κοινῇ δὲ τὴν πόλιν ἐχθρὰν νομίζειν, ὑμᾶς τε ἐκείνην κἀκείνους τὴν ὑμετέραν·

οἱ γὰρ τοὺς ἀνθρώπους ἀγαπῶντες καὶ ἐπιμιγνύμενοι τούτοις καὶ προσαγόμενοι πολίτας τί λοιπὸν ἢ τὸν ἀέρα ἐχθαίρουσι καὶ τοὺς τόπους, ἤ, ὃ μηδὲ εἰπεῖν ὅσιον, τοῖς θεοῖς ἀπεχθάνονται·

καὶ τοίνυν ἅπασα μὲν ἔχθρα πρὸς ἅπαντας ἐργῶδες καὶ χαλεπόν: οὐδεὶς γὰρ οὕτως ἀσθενὴς ἐχθρὸς ὅστις οὐκ ἐλύπησεν ἐπὶ καιροῦ καὶ τὸν ἄγαν φαινόμενον ἰσχυρὸν καὶ τὸ μῖσος ἐνεδείξατο ἢ λόγον τινὰ εἰπὼν λυπηρὸν ἢ ἔργον ἀσύμφορον πράξας. οὐ γάρ ἐστιν, ὡς εἰπεῖν, οὐδέποτε ἡδὺς οὐδὲ ὠφέλιμος ὁ τοῦ μίσους καρπός, ἀλλὰ τοὐναντίον ἁπάντων ἀηδέστατος καὶ πικρότατος, οὐδὲ βάρος οὕτω χαλεπὸν οὐδὲ ἐπίπονον ὡς ἔχθρα φέρειν.

ταῖς μὲν οὖν εὐτυχίαις ἀεὶ παρενοχλεῖ, τὰς δὲ συμφορὰς αὔξει, καὶ τῷ μὲν ἄλλο τι λυπουμένῳ τὴν λύπην ἀπεργάζεται διπλασίονα, τοὺς δὲ εὖ πράττοντας οὐκ ἐᾷ χαίρειν κατὰ τὴν ἀξίαν.

ἀνάγκη γὰρ οἶμαι τοὺς πολλοὺς ὑπὸ μὲν ἀλλήλων βλάπτεσθαι, παρὰ δὲ τοῖς ἄλλοις καταφρονεῖσθαι καὶ ἀδοξεῖν, ὡς τοῦτο μὲν ὑπαρχόντων αὐτοῖς ἐναντίων, τοῦτο δὲ αὐτοὺς ἄφρονας καὶ φιλονίκους. φιλίας δὲ καὶ ὁμονοίας οὐδὲν κάλλιον οὐδὲ θειότερον καὶ ἀνδρὶ πρὸς ἄνδρα καὶ πόλει πρὸς πόλιν.

τίνες μὲν γὰρ εὐπρεπέστερον κτῶνται τἀγαθὰ τῶν φίλων συμποριζόντων αὐτοῖς· τίνες δὲ ἀποφεύγουσι τὰ κατὰ ῥᾷον ἢ οἷς ἂν φίλοι συμμαχῶσι·

τίνων δὲ ἧττον ἅπτεται τὰ λυπηρὰ ἢ τῶν ἐχόντων τοὺς συναλγοῦντας καὶ συμφέροντας αὐτοῖς· τίσι δὲ ἥδιον τὸ εὐτυχεῖν ἢ ὅσοι μὴ μόνον αὑτούς, ἀλλὰ καὶ ἄλλους εὐφραίνουσιν εὖ πράττοντες· ὡς ἔγωγε οὐδ᾿ ἂν εὐτυχεῖν ἐκεῖνον τὸν ἄνδρα φαίην ὃς οὐδένα ἔχει τὸν συνηδόμενον. τίς δὲ σύμβολος ἀμείνων τοῖς ἰδοῦσιν ἢ φίλος ἐντυχών·

σχεδὸν γὰρ οὗτος σύμβολος οὐ μόνον εὐφημότατος, ἀλλὰ καὶ ὠφελιμώτατος, ὅτῳ ἂν ἐντύχῃ ἀνὴρ εὔνους. τὰ δὲ τοῦ μίσους καὶ τὰ τῆς ἔχθρας πανταχῇ λυπηρὰ καὶ δυσχερῆ. χαλεπὸν μὲν ἐν σπουδῇ, χαλεπὸν δὲ ἐν εὐφροσύνῃ παρὼν ἐχθρός, λυπηρὸν μὲν ὁρῶσι, λυπηρὸν δὲ μνημονεύουσι, πολὺ δὲ πάντων πειρωμένοις βλαβερώτατον.

상위

Dio, Chrysostom (디오, 크리소토모스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION