호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πάλαι καθήμενος καὶ ὑμῶν ἀκούων, ὅτε πολλὰς ὡρ´ας διετρίβετε παρά τινι τῶν πολιτικῶν βουλευόμενοι περί τινων πραγμάτων σκοπῶ παῤ ἐμαυτῷ καὶ ἀναζητῶ τί ἐστι τοῦτο ὅ φατε βουλεύεσθαι · ἆρα γὰρ περὶ τούτου τις βουλεύεται τοῦ πράγματος ὃ οἶδέ τε καὶ ἐπίσταται· - Οὐ δοκεῖ μοι περὶ ὧν τις οἶδε, περὶ τούτων βουλεύεσθαι, ἀλλὰ ἤδη εἰδέναι.
- Τί δαί· ἃ οὐκ οἶδεν οὐδὲ ἐπίσταται, περὶ τούτων ὥσπερ διαμαντευόμενος καὶ ἀναζητῶν γνῶναι ἃ οὐκ οἶδεν· - Οὐ δοκεῖ μοι οὐδὲ οὗτος δύνασθαι βουλεύεσθαι περὶ τούτων περὶ ὧν οὐδεμίαν ἐπιστήμην ἔχει. - Ὅρα οὖν μὴ τοιόνδε τι ᾖ τὸ βουλεύεσθαι ὥστε τινὰ μὲν εἰδέναι, τινὰ δὲ ἀγνοεῖν, καὶ τοῦτο ᾖ περὶ οὗ βουλεύονται ἄνθρωποι·
ἵνα δὲ μᾶλλον τῷ λόγῳ παρακολουθήσωμεν, δἰ εἰκόνος τινὸς ἐπιδείξομεν αὐτό. δὲ περὶ τῆς οἰκίας αὐτοῖν, ὥστε ἐξ ὧν οἴδαμεν, ἐκ τούτων καὶ περὶ ὧν οὐδέπω ἴσμεν τεκμαίρεσθαι:
καθάπερ οἱ ἀρτιάζοντες ἴσασι μὲν ὅτι ἐν ταῖς χερσὶν ἔχουσιν οἱ προκαλεσάμενοι αὐτοὺς χρῆμα, οὐ μέντοι ὅτι τοσοῦτον, ἀλλ᾿ ἐνίοτε καὶ ἐπέτυχον εἰπεῖν, καὶ οὕτω δὴ κρατήσαντες ἀπηλλάγησαν.
μὴ ἄρα καὶ τὸ βουλεύεσθαι τοιοῦτον ᾖ, ὥστε εἰδέναι μέν τι - τὰ δὲ ἄλλα, ὅσα ἀγνοοῦμεν, στοχασάμενοι ἐνίοτε αὐτομάτως ἐπετύχομεν καὶ μετ᾿ οὐδεμιᾶς ἐπιστήμης. Φέρε γὰρ ἴδωμεν ὁποῖόν ἐστι τὸ πρᾶγμα.
τὰ ὄντα καὶ ἔστι καὶ ἐγένετο καὶ ὑφέστηκε, τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ὑφέστηκεν. οὐ δεῖ μὲν οὖν περὶ τῶν ὄντων: ἔστι γὰρ οὐδὲν ὄφελος περὶ τῶν γεγονότων καὶ ὑφεστηκότων βουλεύεσθαι: τί γὰρ καὶ βουλευσόμεθα περὶ αὐτῶν· ἵνα μὴ γένηται τὰ γεγονότα· οὐ δύναται μὴ γεγονέναι. ἀλλ᾿ ἵνα μὴ ᾖ τὰ ὄντα· πῶς δυνάμεθα ποιῆσαι μὴ εἶναι· ἀλλ᾿ ἵνα μὴ ὑφεστήκῃ· πᾶν τὸ ὀ`ν ὑπόστασιν ἔχει. ἀλλὰ περὶ μὲν τῶν ὄντων τί ἄν τις καὶ βουλεύοιτο· περὶ τίνων οὖν βουλευόμεθα·
περὶ τῶν μὴ ὄντων, ὡς ὁ λόγος ὑποδείκνυσι: τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν οὔτε γέγονεν οὔτε ὑφέστηκεν. περὶ τῶν οὐκ ὄντων οὖν τίς δύναται βουλεύεσθαι καὶ περὶ τῶν οὐχ ὑφεστώτων· τὸ γὰρ οὐκ ὀ`ν οὐδέν ἐστι.
οὐδεὶς ἄρα δύναται βουλεύεσθαι περὶ τῶν μὴ ὄντων. ἡ γὰρ βουλὴ ἐπί τινί ἐστιν. τὸ δὲ μὴ ὀ`ν οὔ τί ἐστιν. οὐκ ἄρα οὐδὲ τὸ βουλεύεσθαι περὶ τῶν μὴ ὄντων δύναιτ᾿ ἂν εἶναι. Τί οὖν·
ὁ ἄμουσος καὶ ὁ ἀνεπιστήμων ἁρμονίας καὶ μέλους καὶ ῥυθμοῦ καὶ τῆς τούτων τάξεως καὶ κινήσεως δύναιτ᾿ ἂν καλῶς βουλεύσασθαι περὶ μουσικῆς καὶ τῶν ἔργων τῶν κατὰ μουσικήν· - Οὐδαμῶς. - Τί δέ· ὁ γεωμετρίας ἄπειρος περὶ σώματος καὶ μήκους καὶ πλάτους καὶ βάθους βουλευόμενος ἂν καλῶς βουλεύοιτο· - Οὐδὲ οὗτος.
- Τί δέ· ὁ νεὼς ἄρχειν οὐκ ἐπιστάμενος περὶ νεὼς ἀρχῆς καὶ ἔργων κυβερνητικῶν ἱκανῶς ἂν βουλευόμενος βουλεύοιτο· - Οὐδὲ οὗτος.
- Ὅστις ἄρα οὐδὲν ἱκανῶς περὶ οὐδενὸς οὔτε πεπαίδευται οὔτε οἶδεν, οὗτος οὐδὲ βουλεύσασθαι περὶ τούτων ἱκανός ἐστιν· χρὴ οὖν ἐπιμελεῖσθαι μάλιστα φρονήσεως καὶ παιδείας, ἵνα ἡμῖν ᾖ ῥᾴδιον περὶ ἁπάντων πραγμάτων βουλεύεσθαι καὶ εἰδέναι τὸ συνοῖσον ἑκάστῃ βουλῇ καὶ μὴ διαμαρτάνειν, ἀλλὰ καθάπερ οἱ μουσικοὶ καὶ οἱ γεωμέτραι καὶ οἱ κυβερνῆται περὶ τῶν ἰδίων ἔργων οὐκ ἀτέχνως σκέπτονται καὶ ἅπαντες οἱ περί τι δεινοὶ καὶ συνεῖναι περὶ αὐτῶν ἱκανοί εἰσιν, οὕτω δὴ καὶ ἡμεῖς περὶ τῶν ἰδίων ἱκανοὶ ὦμεν βουλεύεσθαι καὶ λέγειν. ἄτοπον γὰρ τοὺς μὲν ἀρτιάζοντας σύνεσιν ἐπιδείκνυσθαι, καὶ ταῦτα εἰκάζοντας καὶ μὴ ὁρῶντας τοῦτο περὶ οὗ ἀποφαίνονται, τοὺς δὲ περὶ πραγμάτων βουλευομένους μήτε ξύνεσιν μήτε ἐπιστήμην μήτε ἐμπειρίαν ἐπιδείκνυσθαι, καὶ τούτων ἐνίοτε τῶν μεγίστων ὄντων, περὶ ὁμονοίας καὶ φιλίας οἰκιῶν καὶ πόλεων καὶ περὶ εἰρήνης καὶ πολέμου καὶ περὶ κατοικισμοῦ καὶ περὶ κατοικίσεως, περί τε παίδων καὶ γυναικῶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기