호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅπως μὲν ὑμεῖς διανοεῖσθε περὶ ἐμοῦ καὶ τῆς ἐμῆς εἴτε σοφίας εἴτε ἀμαθίας οὐ δύναμαι ξυμβαλεῖν, πότερον ὄντως ἐπιθυμεῖτε τῶν λόγων, ὡς ἀκουσόμενοί τι θαυμαστὸν καὶ τοιοῦτον ὁποῖον οὐκ ἂν ἑτέρου τῶν νῦν, ἢ τοὐναντίον, ὡς ἐμὲ ἐξελέγξοντες καὶ ἀποδείξοντες οὐθὲν μέγα οὐδὲ σπουδαῖον ἐπιστάμενον. εἰ μὲν γὰρ οὕτως ἔχετε, θαρρῶν ὑμῖν παρέχω ἐμαυτόν, ἵνα ἐμπλήσητε τὴν προθυμίαν:
εἰ δὲ μή, φοβοῦμαι τὴν ἐναντίαν δόξαν, μήποτε ἀκούσαντες ἔπειτα οὐ δικαίως ἐμοῦ καταγνῶτε, ὅτι αὐτοὶ οὐκ ὀρθῶς ἐδόξατε. οὐδέποτε γὰρ οὐδενὶ ἔγωγε τοῦτο ὑπεσχόμην, ὡς ἱκανὸς ὢν λέγειν ἢ φρονεῖν ἢ πλέον τι γιγνώσκειν τῶν πολλῶν, ἀλλ᾿ ὑπὲρ αὐτοῦ τούτου διαμαχόμενος ἑκάστοτε καὶ ἀντιλέγων τοῖς ἀξιοῦσιν ἔπειτα εἰς τὸ λέγειν καθίσταμαι: καὶ πολλοὶ τοῦτο αὐτὸ ἐπίδειξιν ἡγήσαντο. ὅμως δὲ καὶ αὐτὸς ἑτέραν καὶ ἑτέραν λαμβάνω ὁδόν.
ὅταν μὲν γὰρ εἰς ἐμαυτὸν ἀπίδω καὶ τὴν ἀπειρίαν τὴν ἐμαυτοῦ, περὶ πάντα μὲν ἁπλῶς, μάλιστα δὲ τὴν περὶ τοὺς λόγους, ὡς ἰδιώτης ὢν διανοοῦμαι καὶ τὸ λοιπὸν ἰδιώτου βίον βιωσόμενος: ὑπονοεῖν ἐμαυτὸν ἀναγκάζομαι, μὴ ἄρα τι τῶν ἐμῶν λόγου ἄξιον καὶ λανθάνω πεπονθὼς τὸ αὐτὸ ἐνίοις τῶν ζῴων, ἃ χρήσιμα ὄντα τοῖς ἀνθρώποις καὶ δύναμίν τινα ἔχοντα ἐν αὑτοῖς πρὸς ἰάσιν νοσημάτων ἤτοι χολῆς ἢ αἵματος ἢ πιμελῆς ἢ τριχῶν οὐκ ἴσασιν, οἱ δὲ ἄνθρωποι εἰδότες διώκουσιν αὐτὰ καὶ πειρῶνται πάντα τρόπον συλλαβεῖν, οὐ τῶν κρεῶν ἕνεκεν, ἀλλ᾿ ἐκείνης τῆς δυνάμεως.
μὴ ἄρα κἀμὲ ἀναγκάζουσιν ἑκάστοτε λέγειν, οὐδὲν δεόμενοι τῶν λόγων, ἀλλ᾿ ἑτέρου τινός.
οὐδὲ γὰρ ἐκεῖνο δύναμαι ὑπονοῆσαι, ὅτι ἀγνοοῦντες δὴ καὶ ἀνήκοοι ὄντες ἐσπουδάκασιν, ὥσπερ ἀμέλει πολλοὶ πολλῶν διὰ τὴν ἄγνοιαν ἐπιθυμοῦσιν. πάντες γάρ, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ἐμοὺς λόγους ἐπίστανται καὶ διαφέρουσιν αὐτοὺς ἄλλοι ἀλλαχοῦ, ὥσπερ τὰ φαῦλα ᾅσματα οἱ παῖδες ἐν ταῖς πόλεσιν ᾅδουσι τὸ πρὸς ἑσπέραν:
καὶ τοὺς ἐμοὺς λόγους σχεδὸν πάντες ἀλλήλοις ἀπαγγέλλουσιν, οὐχ ὅπως ἐρρήθησαν, ἀλλ᾿ ἔτι βελτίους ποιήσαντες κατὰ τὴν αὑτῶν δύναμιν, οἱ μὲν ἑκόντες ἐπανορθούμενοι καὶ δῆλον ὅτι αἰσχυνόμενοι τὸ μεμνῆσθαι τοιούτων ἀλλάττοντες καὶ μετατιθέντες πολλὰ καὶ κρείττονα, οἱ δὲ ἴσως καὶ ἄκοντες διὰ τὸ μὴ σφόδρα μεμνῆσθαι: ὥστε οὐκέτι ὀβολοῦ, καθάπερ εἶπέ τις, εὔπορον ἐκ τῆς ἀγορᾶς πρίασθαι τὴν ἐμὴν σοφίαν, ἀλλὰ κύψαντα ἀνελέσθαι χαμᾶθεν.
σχεδὸν οὖν παραπλήσιον πεπόνθασιν οἱ ἐμοὶ λόγοι τῷ κεράμῳ τῷ Τενεδίῳ: ἐκεῖθεν πᾶς μὲν ὁ παραπλέων ἐμβάλλεται κέραμον, οὐδεὶς δὲ ὑγιῆ διακομίζει ῥᾳδίως, ἀλλὰ οἱ πολλοὶ σαθρὸν ποιήσαντες ἢ συντρίψαντες ὄστρακα ἔχοντες λανθάνουσιν αὑτούς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기