호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅτε τὸ πρῶτον ἐπεδήμησα τῇ πόλει τῇ ὑμετέρᾳ, ἀφ᾿ οὗ δέκα ἔτη σχεδόν, καὶ τῶν λόγων μετέδωκα τῷ δήμῳ καὶ τοῖς τέλεσι τοῖς ὑμετέροις, ἔδοξα ἐπιτήδειος εἶναι ὑμῖν οὕτω σφόδρα ὡς οὐδὲ Ἀρίων ὁ Μηθυμναῖος. Ἀρίονος μέν γε τύπον οὐκ ἐποιήσασθε.
ὅταν δὲ ὑμᾶς λέγω, τοὺς προγόνους λέγω τοὺς ὑμετέρους καὶ Περίανδρον τὸν Κυψέλου τὸν σοφόν, ἐφ᾿ οὗ Ἀρίων ἐγένετο, καὶ διθύραμβον πρῶτος ἀνθρώπων ἐποίησε καὶ ὠνόμασε καὶ ἐδίδαξεν ἐν Κορίνθῳ. μεγάλων, ὧν ἔτυχεν εἰργασμένος περὶ Τάραντα καὶ τοὺς ἐκεῖσε Ἕλληνας, μέλλων εἰς τὴν θάλατταν ὑπὸ τῶν πορθμέων ἐκπεσεῖν δἰ αὐτά που ταῦτα τὰ χρήματα, παρῃτήσατο αὐτοὺς πρὸ τῆς ἐκβολῆς ᾆσαι, ὥσπερ φασὶ τοὺς κύκνους μέλλοντας ἀποθνῄσκειν καὶ προορωμένους τὸν θάνατον ἐμβιβάζειν τὴν ψυχὴν οἱο῀ν εἰς ὄχημα τὸ μέλος.
ὁ μὲν δὴ ᾖδε:
καὶ γὰρ ἦν νηνεμία καὶ σιγὴ κατὰ θάλατταν: καὶ τὸ μέλος ᾔσθοντο δελφῖνες, αἰσθανόμενοι δὲ περὶ ναῦν ἦσαν. παυσαμένου δὲ τοῦ Ἀρίονος καὶ τῶν πορθμέων οὐδὲν μαλακὸν ἐνδιδόντων, ὁ μὲν ἔρριψεν ἑαυτὸν εἰς τὸν πόντον, δελφὶς δ᾿ ὑπελθὼν ἐξεκόμισε τὸν ᾠδὸν ἐπὶ Ταίναρον ὡς εἶχε σὺν τῇ σκευῇ. Ἀρίων μὲν οὖν τοῦτον τὸν τρόπον σωθεὶς καὶ φθάσας τοὺς πορθμέας ἐν Κορίνθῳ ἦν, αὐτὰ δὴ ταῦτα διηγούμενος τῷ Περιάνδρῳ. ἐπικαταγομένων δὲ τῶν πορθμέων καὶ τοῦ πράγματος ἀχθέντος εἰς ἔλεγχον, οἱ μὲν ἀπέθνῃσκον, Ἀρίων δέ οὑ᾿ γὰρ Περίανδρος, ἀλλ᾿ Ἀρίων᾿ ποιησάμενος μίμημα χαλκοῦν οὐ μέγα ἀνέθηκεν ἐπὶ Ταινάρου, αὑτὸν ἐπὶ τοῦ εὐεργέτου καθήμενον. ἐγένετο δὲ ὑπὸ τὸν αὐτὸν τοῦτον χρόνον καὶ Σόλων μὲν ἐν Κορίνθῳ, φεύγων τὴν Πεισιστράτου τυραννίδα, οὐ φεύγων δὲ τὴν Περιάνδρου.
οὐ γὰρ ἦν ὅμοιον:
ὁ μὲν καταλύσας τὴν δημοκρατίαν ἐτυράννευε τῶν Ἀθηναίων, Περίανδρος δὲ παρὰ τοῦ πατρὸς διαδεξάμενος τὴν βασιλείαν, ὃν οἱ μὲν Ἕλληνες τύραννον ἐκάλουν, οἱ δὲ θεοὶ βασιλέα. ἢ γὰρ οὐχ οὕτως ὁ χρησμὸς ἔχει· Κύψελος Ηἐτίδης, βασιλεὺς κλειτοῖο Κορίνθου, αὐτὸς καὶ παῖδες.
ὧν εἷς αὐτὸς ὁ Περίανδρος ὁ τῷ πατρὶ ἐκδεξάμενος.
οὕτω δὴ Περίανδρος, ὑπὸ μὲν τοῦ θεοῦ βασιλεύς, ὑπὸ δὲ τῶν Ἑλλήνων ἀνηγορεύθη σοφός: οὗ μεῖζον ὄνομα οὐδεὶς πώποτε βασιλεὺς ἢ τύραννος ἐκτήσατο: ἀλλ᾿ οὐδ᾿ Ἀντίοχος ὁ θεὸς ἐπικληθεὶς οὐδὲ Μιθριδάτης ὁ Διόνυσος. ηὔξατο δ᾿ ἂν καὶ Πιττακὸς ὁ Μυτιληναῖος ἅμα ἄμφω κεκλῆσθαι καὶ τύραννος καὶ σοφός: νυνὶ δὲ περιεχόμενος τοῦ δευτέρου ὀνόματος ἀπεσκευάσατο τὴν τυραννίδα. Περίανδρος σοφὸς μὲν ἦν μετ᾿ ὀλίγων, τύραννος δὲ μετὰ πολλῶν: ἀμφότερα δὲ καὶ τύραννος καὶ σοφὸς μόνος.
παρὰ τοῦτον ὁ Σόλων ἐλθὼν καὶ τυχὼν τῶν κοινῶν: κοινὰ γὰρ τὰ φίλων: ἀλλ᾿ ὅμως ἀνδριάντος οὐκ ἔτυχεν, οὐ δήπου καταφρονῶν ἀνδριάντος, ἀλλὰ καὶ τὸ ἐν Σαλαμῖνι χαλκοῦς ἑστάναι μέγα ποιούμενος: πόθεν γε δὴ οὐχὶ ἐν Κορίνθῳ, ἐν τῷ περιπάτῳ τῆς Ἑλλάδος· ἧκε δὲ καὶ Ἡρόδοτος ὁ λογοποιὸς ὡς ὑμᾶς λόγους φέρων Ἑλληνικοὺς ἄλλους τε καὶ Κορινθίους οὐδέπω ψευδεῖς, ἀνθ᾿ ὧν ἠξίου παρὰ τῆς πόλεως μισθὸν ἄρνυσθαι. διαμαρτὼν δὲ τούτου: οὐ γὰρ ἠξίουν οἱ ὑμέτεροι πρόγονοι δόξαν ἀγοράζειν: μετεσκεύασεν ἐκεῖνα ἃ πάντες ἐπιστάμεθα, τὰ περὶ τὴν Σαλαμῖνα καὶ τὸν Ἀδείμαντον. ἡμᾶς δὲ δὶς ἐπιδημήσαντας οὕτως ἀσμένως ἐπείδετε ὥστε μάλιστα μὲν ἐπειρᾶσθε κατέχειν, ὁρῶντες δὲ ἀδύνατον ὄν, ἀλλά γε τὴν εἰκὼ τοῦ σώματος ἐποιήσασθε καὶ ταύτην φέροντες ἀνεθήκατε εἰς τὰ βιβλία, εἰς προεδρίαν, οὗ μάλιστ᾿ ἂν ᾤεσθε τοὺς νέους προκαλέσασθαι τῶν αὐτῶν ἡμῖν ἐπιτηδευμάτων ἔχεσθαι.
ὡς ἕνα τῶν πολλῶν καὶ κατ᾿ ἐνιαυτὸν καταιρόντων εἰς Κεγχρεὰς ἔμπορον ἢ θεωρὸν ἢ πρεσβευτὴν ἢ διερχόμενον, ἀλλ᾿ ὡς μόλις διὰ μακρῶν χρόνων ἀγαπητὸν ἐπιφαινόμενον, οὕτως ἐτιμήσατε.
τιμὴ δ᾿ ἠϋ´τ᾿ ὄνειρος ἀποπταμένη πεπότηται.
ὥστε ἐμὲ ἐν ἀπόρῳ καθεστάναι καὶ πρὸς ἐμαυτὸν καὶ νὴ Δία ἤδη πρὸς ἕτερον, πότεῤ ὡς ἀληθῶς οὐκ ἔβλεπον οὐδὲ ὕπαρ, ἀλλὰ ὄναρ ἦν τὰ γιγνόμενα, ἢ τὰ μὲν ἦν ταῦτα ταῖς πάσαις ἀκριβείαις, σπουδή τε τοῦ πλήθους καὶ κρίσις τῆς βουλῆς, ὁ δ᾿ ἀνδριὰς τῶν Δαιδάλου ποιημάτων ἔτυχεν ὢν καὶ λαθὼν ἡμᾶς ἀπέδρα. ἀλλ᾿ ἀφ᾿ οὗ Δαίδαλος ἐτελεύτησεν, οὐδεὶς εἰς ταύτην τὴν ἡμέραν ἐξίκετο τῆς τέχνης μέχρι τοῦ καὶ δρασμὸν ἐμποιεῖν τῷ χαλκῷ:
ἀλλὰ διαβεβηκότας μὲν εὖ καὶ καλῶς ποιοῦσι, τοὺς δὲ καὶ ἐφ᾿ ἵππων ὀχουμένους: μένουσι μέντοι οὗτοι πάντες κατὰ σχῆμα καὶ χώραν, κἂν μή τις αὐτοὺς μετακινήσῃ, τό γε ἐπ᾿ αὐτοῖς εἶναι χαλκὸς ἄδραστος, ἂν καὶ πτερὰ ἔχῃ, ὥσπερ καὶ ὁ τοῦ Πυθαγόρου Περσεύς. ἵνα δὲ καὶ τῆς ἀρχαίας τέχνης ᾖ τῆς Δαιδαλείου, τί παθὼν ἂν ὑμῶν ἀπηλλάγη τῆς πόλεως, ὑπὲρ ἧς τοὺς δύο θεούς φασιν ἐρίσαι, Ποσειδῶνα καὶ τὸν Ἥλιον, τὸν μὲν τοῦ πυρὸς κύριον, τὸν δὲ τοῦ ὕδατος· ἐρίσαντε δὲ καὶ τὴν δίαιταν ἐπιτρέψαντε τρίτῳ θεῷ πρεσβυτέρῳ, οὗ πλεῖσται μὲν κεφαλαί, πλεῖσται δέ τε χεῖρες, τούτῳ τὴν δίαιταν ἐπιτρέψαντες ἀμφότεροι τήνδε τὴν πόλιν καὶ τὴν χώραν ἔχουσιν:
οὔτι που μικρὸν οὐδ᾿ ἀμυδρὸν σημεῖον τῆς πρὸς τὰς ἄλλας ὑπεροχῆς. αἱ μὲν γὰρ ἄλλαι λήξεις τε καὶ κτήσεις τῶν θεῶν κατὰ μόνας εἰσίν: Ἄργος μὲν Ἥρας, Ἀθηνᾶς δὲ Ἀθῆναι:
καὶ αὐτῶν γε τούτων τῶν θεῶν Ῥόδος μὲν Ἠλίου, Ὀγχηστὸς δὲ Ποσειδῶνος, Κόρινθος δὲ ἑκατέρων. εἰκάσαις ἂν αἰνιττομένου τοῦ μύθου τὸ τῆς γῆς ἐν μέσῳ δύο πελαγῶν ὑπὸ τοῦ ἡλίου ἐξαίρετον . τὸ μὲν οὖν τοῦ μύθου τε καὶ τοῦ λόγου, τῇδέ πῃ συνᾴδοντα, τρίτην ἐπὶ δισσοῖς μάρτυσι τὴν θεσπιῳδὸν Σίβυλλαν παρακαλεῖ: τρανῆ δὲ ἐκ θεοῦ φωνὴν λαχοῦσα ᾅδει μάλα μέγα:
μητρὸς ἐμῆς Λαμίας γενέτωρ, προύθηκεν ἀγῶνα πρῶτος ἅμ᾿ Ηἐλίῳ, τιμὰς δ᾿ ἠνέγκατο μοῦνος.
καὶ γάρ τοι καὶ ἀγῶνα πρῶτον ἐνταυθοῖ τεθῆναί φασιν ὑπὸ τῶν δύο θεῶν, καὶ νικῆσαι Κάστορα μὲν στάδιον, Κάλαϊν δὲ δίαυλον:
καὶ γὰρ Κάλαϊ´ν φασι δραμεῖν, ἀπεχόμενον τοῦ πέτεσθαι. δεῖ δὲ καὶ τοὺς ἄλλους, ἐπείπερ ἠρξάμεθα, ἀθλοφόρους τε λεχθῆναι καὶ νικηφόρους. Ὀρφεὺς κιθάρᾳ, Ἡρακλῆς πάμμαχον, πυγμὴν Πολυδεύκης, πάλην Πηλεύς, δίσκον Τελαμών, ἐνόπλιον Θησεύς. ἐτέθη δὲ καὶ ἵππων ἀγών, καὶ ἐνίκα κέλητι μὲν Φαέθων, τεθρίππῳ δὲ Νηλεύς. ἐγένετο δὲ καὶ νεῶν ἅμιλλα, καὶ Ἀργὼ ἐνίκα, καὶ μετὰ ταῦτα οὐκ ἔπλευσεν, ἀλλὰ αὐτὴν ἀνέθηκεν ὁ Ιἄσων ἐνταῦθα τῷ Ποσειδῶνι, καὶ τὸ ἐπίγραμμα ἐπέγραψεν, ὃ λέγουσιν Ὀρφέως εἶναι: Ἀργὼ τὸ σκάφος εἰμί, θεῷ δ᾿ ἀνέθηκεν Ιἄσων, Ἴσθμια καὶ Νεμέοις στεψάμενον πίτυσιν.
ὅπου δὲ θεοὶ ἀγωνοθετοῦσιν, ἡμίθεοι δὲ νικῶσι καὶ νικῶνται, ἀναπαύεται δὲ Ἀργώ, τίνα τούτου τόπον καλλίω ἐξευρεῖν ἐδύνατο αὐτὸς ὁ Δαίδαλος πτεροῖς πετόμενος, οὐχ ὅτι γε δὴ τὸ Δαιδάλου ποίημα· ἀλλ᾿ οὔτε ἀπέδρα οὔτε ἐπεχείρησεν οὔθ᾿ ὅλως ἐμέλλησε:
καταλείπεται τοίνυν αὐτοὺς τοὺς Κορινθίους ἐκβαλεῖν αὐτὸν μήτε κρίσεως προτεθείσης μήθ᾿ ὅλως αἰτίαν ἔχοντας ἐπενεγκεῖν. καὶ τοῦτο ἐπείσθη τις κατὰ Κορινθίων· ὧν οἱ πρόγονοι διὰ πάντων Ἑλλήνων μάλιστα δὴ δικαιοσύνην ἐπήσκησαν.
ἢ γὰρ οὐχ οὗτοί εἰσιν οἱ τὰς τυραννίδας ἐν ταῖς πόλεσι καταλύοντες καὶ τὰς δημοκρατίας καθιστάντες καὶ τὰς Ἀθήνας ἀπὸ τῶν τυράννων ἐλευθερώσαντες, πρότερον μὲν ἀπὸ Ἱππίου, ὕστερον δὲ ἀπὸ Κλεομένους, καὶ μετὰ ταῦτα ὡς αὐτοὶ Ἀθηναῖοι πρᾶγμα ποιεῖν ἐπεχείρουν Ἱππίου καὶ Ἰσαγόρου καὶ τυραννίδα τῆς Ἑλλάδος καθίστασθαι, πρῶτοι μὲν αἰσθόμενοι, μάλιστα δὲ ἀλγήσαντες, ἡγεμόνες δὲ τοῖς ἄλλοις τῆς ἐλευθερίας καταστάντες, καὶ ταύτην τὴν διάνοιαν οὐ μόνον ἐπὶ τῶν Ἀθηναίων, ἀλλὰ καὶ ἐπὶ τῶν Λακεδαιμονίων διαφυλάξαντες·
καὶ γὰρ Λακεδαιμονίοις ὑπὲρ τῶν κοινῶν δικαίων τῆς Ἑλλάδος μετὰ τῆς Θηβαίων καὶ Ἠλείων πόλεως ἀντέβησαν:
ᾧ καὶ διέδειξαν οὐ φιλολάκωνες ὄντες, ἀλλ᾿ ἁπλῶς φιλέλληνες καὶ φιλοδίκαιοι καὶ φιλελεύθεροι καὶ μισοπόνηροι καὶ μισοτύραννοι.
μισοβάρβαροι μὲν γὰρ οὕτως ἦσαν, ὥστε εἰς Θερμοπύλας τετρακοσίους σφῶν αὐτῶν ἀπέστειλαν, ὅτεπερ καὶ Λακεδαιμόνιοι τριακοσίους.
ἐν Σαλαμῖνι δὲ ἠρίστευσαν καὶ τῆς νίκης αἴτιοι κατέστησαν. Ἡροδότῳ γὰρ οὐ προσέχω, ἀλλὰ τῷ τάφῳ καὶ τῷ Σιμωνίδῃ, ὃς ἐπέγραψεν ἐπὶ τοῖς νεκροῖς τῶν Κορινθίων τεθαμμένοις ἐν Σαλαμῖνι: ὦ ξεῖν᾿, εὐύδρόν ποτ᾿ ἐναίομεν ἄστυ Κορίνθου, νῦν δ᾿ ἄμμ᾿ Αἰάντος νᾶσος ἔχει Σαλαμίς. ῥεῖα δὲ Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες καὶ Μήδους ἱερὰν Ἑλλάδ᾿ ἱδρυσάμεθα. ἔστι δὲ καὶ ἕτερον ἐπίγραμμα Σιμωνίδῃ εἰς αὐτὸν τὸν στρατηγὸν ἐξαίρετον:
Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον.
ἠλευθέρωσαν δὲ καὶ τὴν Σικελίαν ἀπὸ τῶν βαρβάρων, καὶ τὰς Συρακούσας δὲ ἀπὸ τῶν τυράννων.
ἦν δ᾿ ἰδεῖν Διονύσιον ἐν Κορίνθῳ, θέαμα κάλλιστον, οὐδενὸς κύριον: ἀλλ᾿ ὅμως οὐδὲ τοῦτον οὐδεὶς ἠδίκει οὐδὲ ἐξέβαλλεν οὐδ᾿ ἐξήλαυνε . τὸ δ᾿ ἀνάθημα τῆς πόλεως τίς ἀνέτρεψεν·
οὐ μὲν οὖν στρόβιλος ἢ πρηστὴρ ἢ σκηπτὸς ἐμπεσών σείων καὶ κεραυνὸν ἰθύνων. εἰ δ᾿ ἔστι τις κρίσις ἀνδριάντος, οἱάν φασὶν ἐν Συρακούσαις γενέσθαι - ὃν δὲ τρόπον οὐκ ὀκνήσω ἐπεμβαλόμενος διηγήσασθαι: καὶ τὴν Ἰταλίαν κατοικοῦντας ὁ χαλκὸς ἐπιλελοίπει καὶ τὸ νόμισμα:
ἐψηφίσαντο οὖν τοὺς τῶν τυράννων ἀνδριάντας οἱ δὲ πολλοὶ ἦσαν παῤ αὐτοῖς χαλκοῦ πεποιημένοἰ συγκόψαι κρίσιν γε αὐτοῖς ποιήσαντες, ὅστις ἄξιος αὐτῶν καταχωνευθῆναι καὶ ὅστις οὔ:
καὶ περιγίγνεται τῇ δίκῃ, ἵνα καὶ τοῦτο ἀκούσητε, Γέλων ὁ Δεινομένους: πρεσβυτέρου τῶν τὸ σχῆμα τοῦ Διονύσου περικειμένων - εἰ δὲ γένοιτο καὶ παῤ ὑμῖν ψήφισμά τι τοιοῦτον, ἀνδριάντων εὐθύνας εἶναι - μᾶλλον δ᾿ εἰ θέλετε καθάπερ ἐψηφισμένον γε τοῦτο καὶ ἀγῶνος ἐνεστηκότος, δότε μοι, δότε τοὺς λόγους ὑπὲρ αὐτοῦ πρὸς ὑμᾶς οἱο῀ν ἐν δικαστηρίῳ ποιήσασθαι.
ἄνδρες δικασταί, ἅπαντά φασι δεῖν προσδοκᾶν ἐν τῷ μακρῷ χρόνῳ:
οὗτος δ᾿ ἐν τῷ βραχεῖ κινδυνεύει τεθῆναι μὲν ὡς ἄριστος Ἑλλήνων, ἐκπεσεῖν δ᾿ ὡς πονηρότατος. ὅτι μὲν οὖν καλῶς καὶ δικαίως καὶ συμφερόντως τῇ πόλει τῇ ὑμετέρᾳ καὶ πᾶσι τοῖς Ἕλλησιν ἐστάθη, πολλὰ ἔχων εἰπεῖν ἓν ὑμῖν βούλομαι διηγήσασθαι γενόμενον ἐν ταῖς αὐταῖς Συρακούσαις.
καὶ γὰρ οἰκεῖον τὸ παράδειγμα: καὶ δίκαιον ἴσως ἐστίν, ὥσπερ ἐκεῖνοι τιμῶσι τὴν μητρόπολιν, οὕτω καὶ ὑμᾶς τὰ τῆς ἀποικίας τῆς ὑμετέρας ἔργα, ἃ ἂν καλῶς ἔχῃ, μιμεῖσθαι. τόνων καὶ τῶν ἐκείνῃ Δωριέων, τῶν τε ἄλλων καὶ τῶν τὴν Ἰταλίαν κατοικούντων, ὡς εὖ τὸν ἄνδρα καὶ φιλοκάλως ἀμειψάμενοι ὑπὲρ τοῦ γένους τοῦ Δωρικοῦ, οὗ τὴν φωνὴν ἐπησκήκει ἄχρι τοῦ καὶ λέγειν δυνατὸς εἶναι.
εἰ δέ τις οὐ Λευκανὸς ὤν, ἀλλὰ Ῥωμαῖος, οὐδὲ τοῦ πλήθους, ἀλλὰ τῶν ἱπποτρόφων, οὐδὲ τὴν φωνὴν μόνον ἀλλὰ καὶ τὴν γνώμην καὶ τὴν δίαιταν καὶ τὸ σχῆμα τῶν Ἑλλήνων ἐζηλωκώς, καὶ ταῦθ᾿ οὕτως ἐγκρατῶς καὶ περιφανῶς, ὡς οὔτε τῶν πρὸ αὑτοῦ Ῥωμαίων οὔτε τῶν καθ᾿ αὑτὸν Ἑλλήνων εἱ᾿ρήσεται γάῤ οὐδὲ εἷς:
περιῇ ἓν ἀντὶ πάντων Ἕλληνι δοκεῖν τε καὶ εἶναι - εἶτα τοῦτον οὐκ ἐχρῆν παῤ ὑμῖν ἑστάναι χαλκοῦν·
καὶ κατὰ πόλιν γε:
παῤ ὑμῖν μέν, ὅτι Ῥωμαῖος ὢν ἀφηλληνίσθη, ὥσπερ ἡ πατρὶς ἡ ὑμετέρα, παρὰ Ἀθηναίοις δέ, ὅτι ἀττικίζει τῇ φωνῇ, παρὰ Λακεδαιμονίοις δέ, ὅτι φιλογυμναστεῖ, παρὰ πᾶσι δέ, ὅτι φιλοσοφεῖ καὶ πολλοὺς μὲν ἤδη τῶν Ἑλλήνων ἐπῆρε συμφιλοσοφῆσαι αὐτῷ, οὐκ ὀλίγους δὲ καὶ τῶν βαρβάρων ἐπεσπάσατο. ἐπ᾿ αὐτὸ γὰρ τοῦτο καὶ ἐδόκει ὑπὸ τῶν θεῶν οἱο῀ν ἐξεπίτηδες κατεσκευάσθαι, Ἕλλησι μέν, ἵνα ἔχωσιν οἱ ἐπιχώριοι τῆς Ἑλλάδος παράδειγμα ὡς οὐδὲν τὸ παιδευθῆναι τοῦ φῦναι πρὸς τὸ δοκεῖν διαφέρει:
Ῥωμαίοις δέ, ἵνα μηδ᾿ οἱ τὸ ἴδιον ἀξίωμα περιβεβλημένοι τὸ παιδεύεσθαι πρὸς τὸ ἀξίωμα παρορῶσι: Κελτοῖς δέ, ἵνα μηδὲ τῶν βαρβάρων μηδεὶς ἀπογιγνώσκῃ τῆς Ἑλληνικῆς παιδείας, βλέπων εἰς τοῦτον.
λέγων δοκῶ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν᾿, ἔστι δ᾿ οὐχ ὅμοιον ὑπὲρ ἀναστάσεως εἰκόνος βουλεύεσθαι καὶ καθαιρέσεως.
διὰ τί·
ὅτι ἕκαστος τούτων τῶν παῤ ὑμῖν ἀνακειμένων, εἴτε βελτίων εἴτε χείρων ἐστίν, ἤδη τὰ τῆς ὁσίας περίκειται, καὶ χρὴ τὴν πόλιν αὐτοῦ προεστάναι ὡς ἀναθήματος. πολλὰ ἄν τις ἔχοι εἰπεῖν ὑπὲρ τοῦ μὴ δεῖν Γοργίαν τὸν σοφιστὴν ἐν Δελφοῖς ἑστάναι, καὶ ταῦτα μετέωρον καὶ χρυσοῦν. Γοργίαν λέγω· ὅπου γε καὶ Φρύνην τὴν Θεσπιακὴν ἔστιν ἰδεῖν, ἐπὶ κίονος κἀκείνην ὡς Γοργίαν. ἀλλὰ τὸ μὲν εὐθὺς ἐνστῆναι νόμιμον ἴσως καὶ πολιτικόν, τὸ δ᾿ ὕστερον ἐλθόντας τῆς ἀναθέσεως ἀναλύειν πειρᾶσθαι τὰ δεδογμένα, Ἄπολλον, βαρύ:
καὶ οὐδεὶς ἂν ἠνέσχετο τῶν Ἀμφικτυόνων.
καὶ γὰρ εἰ μὴ δέον ἐστάθησαν, τὸ σταθῆναι προλαβόντες δέον ἑστήκασιν, ἐξ οὗ προειλήφασιν. ὥσπερ γὰρ τῶν εἰς ἐνιαυτὸν αἱρουμένων κἂν ἀνάξιος ᾖ τις ἀρχῆς, τὸν γοῦν ἐνιαυτὸν ἐκεῖνον εἰς ὃν ᾑρέθη ἄρχων διατελεῖ, οὕτω δὲ καὶ τοῖς ἀνδριᾶσι κύριον εἶναι δεῖ τὸν χρόνον, ἐφ᾿ ὃν ἐστάθησαν: ἔστι δὲ οὗτος πᾶς ὁ λοιπὸς χρόνος.
ἢ τί διοίσετε τῶν τοὺς πηλίνους πλαττόντων· τί δὲ καλὸν ἕξετε λέγειν πρὸς τοὺς ἀπαιτοῦντας ὑμᾶς τὸν λόγον τοῦ τὰς μὲν τιμὰς εἶναι παῤ ὑμῖν θνητάς, τὰς δὲ ἀτιμίας ἀθανάτους· εἰ τοίνυν οὐδὲν αἰσχρὸν τοῦτό ἐστι, καίπερ ὀ`ν δεινόν, οὐ κομιδῇ τετυφωμένης πολιτείας ἀνδριάντες ἐπέτειοι, ὥσπερ οἱ καρποί· οὓς γὰρ οὐχ ἵν᾿ εὐθὺς ἐκλείπωσιν, ἀλλ᾿ ὅπως πλεῖστον χρόνον παραμείνωσι, χαλκοῦς ἵστατε, τούτους ἀποφαίνετε καὶ τῶν κηρίνων μαλακωτέρους. ἢ νὴ Δἴ ὅτι ὀφθῆναι πονηροὺς ὕστερον συνέβη·
εἰ μὲν ὕστερον γεγόνασιν, οὐκ ἀφίησι τὴν πόλιν τῆς αἰτίας: ἀλλὰ τῶν παρῳχηκότων ὑμεῖς δίδοτε τὰς τιμάς.
εἰ δὲ πρότερον ὢν τοιοῦτος ὕστερον κατωπτεύθη, ποτέρως ἂν οἰέσθε μᾶλλον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ ποτέρως ἂν τοὺς εὖ βουλομένους ὑμᾶς ποιεῖν προκαλέσασθαι, τὴν κρίσιν ἀνάδικον ποιήσαντες ἢ τοῖς ἅπαξ δεδογμένοις ἐμμείναντες· ἐγὼ μὲν οὕτως ἡγοῦμαι.
τὸ μὲν γὰρ ἠτυχηκότων, τὸ δὲ βεβαίων ἐστὶν ἀνθρώπων. οὔπω λέγω τὸ μέγιστον, ὅτι οὐκ ἐκ διαβολῆς, ἀλλ᾿ ἐκ καταδίκης, μηδ᾿ ἐκ τῆς τυχούσης αἰτίας, ἀλλ᾿ ἐκ τῆς μεγίστης δεῖ τὴν τηλικαύτην, ἂν ἄρα δέῃ, τιμὴν ἀνατραπῆναι.
διαβολῆς μὲν γὰρ ἕνεκα κἂν Σωκράτης εἰή τῶν νέων διαφθορεὺς καὶ πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων ἀνατροπεύς, ἀπὸ τῶν θεῶν ἀρχόμενος. τίνας γὰρ οὗτοι οὐ διαβεβλήκασιν οἱ πάντα διαβάλλοντες· οὐ Σωκράτην· οὐ Πυθαγόραν· οὐ Πλάτωνα· οὐκ αὐτὸν τὸν Δία καὶ τὸν Ποσειδῶ καὶ τὸν Ἀπόλλω καὶ τοὺς ἄλλους θεούς· ἅπτονται δὲ καὶ τῶν θηλειῶν θεῶν, ὧν εἰκὸς ἦν ἔτι μᾶλλον ἢ τῶν ἀρρένων ἐντρέπεσθαι.
νῦν ἀκούετε γὰρ ἃ λέγουσι τὴν Δήμητρα καὶ τὴν Ἀφροδίτην καὶ τὴν Εὥ: ἀπέχονται δ᾿ οὐδὲ τῆς Ἀθηνᾶς οὐδὲ τῆς Ἀρτέμιδος:
ἀλλὰ τὴν μὲν ἀπογυμνοῦσι τῷ Ἀκταίωνι, τὴν δὲ καὶ συνάγουσι τῷ Ἡφαίστῳ καὶ ποιοῦσι τὴν παρθένον μικροῦ μητέρα. ταῦτ᾿ οὖν ἐπιστάμενοι θαυμάζετε, εἰ καὶ κατὰ τούτου τις ψόγος διεδόθη, ὃν ἐκφυγεῖν μὲν οὐδενὶ τῶν πάντων ὑπῆρξε τῶν ἐν δόξῃ βεβιωκότων, τὴν δὲ ἀφορμὴν ἔλαβεν ἐκ τῆς περὶ τοὺς λόγους εἴτ᾿ ἐπαφροδισίαν αὐτὴν εἴθ᾿ ὅ, τι δήποτε χρὴ καλεῖν τοῦτο ὃ καὶ ὑμεῖς σὺν γυναιξὶ καὶ τέκνοις ἀπεδέξασθε· οὐ σκέψεσθε·
οὐκ ἀναμνησθήσεσθε πρὸς ἑαυτούς, εἴ τι τοιοῦτον αὐτῷ παῤ ὑμῖν πέπρακται· οἰκεῖτε τῶν οὐσῶν τε καὶ γεγενημένων ἐπαφροδιτοτάτην, ἀλλ᾿ ὅμως οὐδὲν ἠκούσατε, θαρρῶν δ᾿ ἂν εἴποιμι ὅτι μηδὲ ἄλλος τις Ἑλλήνων.
εἶτα τὸν ἐπὶ τῆς Ἑλλάδος ἐν πλείονι ἀδείᾳ καὶ συγγνώμῃ κοσμίως βεβιωκότα, τοῦτον ἐπὶ τῆς Ῥώμης παῤ αὐτὸν τὸν ἄρχοντα καὶ τοὺς νόμους ἡγεῖσθε μεταβεβλῆσθαι·
ἀλλὰ τοῦτό γε παραπλήσιόν ἐστιν, ὥσπερ ἂν εἴ τις τὸν ἀθλητὴν φαίη καθ᾿ αὑτὸν μὲν εὐτακτεῖν, ἐν δὲ τῷ σταδίῳ καὶ παρὰ τὸν ἀγωνοθέτην πλημμελεῖν. παρρησίαν δὲ ἄγω διπλῆν, ἑνὸς μὲν ἕνεκα τοῦ συνειδότος, ἑτέρου δὲ τοῦ ἀγωνοθέτου.
πεπιστευκότος μὲν γὰρ ἦν τιμωρίαν παρὰ τοῦ ἡμαρτηκότος λαβεῖν, ἀκούσαντος δὲ μηνῖσαι: ὅπερ ἐκεῖνος ἐποίησεν. ὑμεῖς δ᾿ ἐπακολουθήσαντες ἀνθρώποις - οὐδὲν δὲ αὐτοὺς ἐρῶ ὡς ἀμυνόμενος: πλὴν ὅτι δικαιότερον ἦν ἐκείνους ὑμῖν ἀκολουθεῖν ἢ ὑμᾶς ἐκείνοις.
ὑμεῖς γάρ ἐστε νῦν τὸ δὴ λεγόμενον πρῷρα καὶ πρύμνα τῆς Ἑλλάδος, ὄλβιοι μὲν καὶ ἀφνειοὶ καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκ παλαιῶν χρόνων ὑπὸ τῶν ποιητῶν καὶ τῶν θεῶν ὀνομαζόμενοι, ὅτε καὶ τῶν ἄλλων τισὶν ὑπῆρχε καὶ πλουτεῖν καὶ δύνασθαι:
νῦν δ᾿ ἀφ᾿ οὗ προλέλοιπεν ὁ πλοῦτος Ὀρχομενόν τε καὶ Δελφοὺς ἐλέῳ μὲν ὑμῶν δύνανται διαφέρειν, ζήλῳ δὲ οὐδὲ εἷς. καὶ ταῦτα μὲν ὑπὲρ τῆς πόλεως, ἣν οὐ δεῖ παρὰ τοῖς Ἕλλησιν αἰσχύνην ὀφλεῖν, ὅταν τὸν ὑφ᾿ ὑμῶν ἐκπεπτωκότα πάντες ἄσμενοι καταδέχωνται οὐ μόνον, ἀλλὰ καὶ καλῶσι καὶ διαπρεσβεύωνται καὶ τιμαῖς ταῖς τε ἄλλαις γεραίρωσι καὶ δὴ καὶ τῇ τῶν εἰκόνων ἀναθέσει.
ὑπὲρ δὲ ἐμαυτοῦ καὶ τῆς εἰκόνος νῦν ἐρῶ λόγον, ὃν εἶπεν Ἀναξαγόρας υἱὸν ἀποβεβληκώς, Ηἴδειν θνητὸν γεγεννηκώς. ῾ ἀλλ᾿ οὖν ᾔδειν ὅτι τούτων τῶν ἀνδριάντων ἕκαστος ἀνατίθεται μὲν ὡς αἰώνιος ἐσόμενος, φθείρεται δὲ ἄλλος κατ᾿ ἄλλην εἱμαρμένην, κοινοτάτην μὲν καὶ δικαιοτάτην καὶ πᾶσι πράγμασι προκειμένην τὴν τοῦ χρόνου: ὁ δὲ ποιητὴς ἄλλως ἐκόμπαζεν ὁ τοῦτο τὸ ἐπίγραμμα ποιήσας, ὅ φασιν ἐπὶ τῷ Μίδα σήματι γεγράφθαι:
χαλκῆ παρθένος εἰμί. ἔστ᾿ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται.
ἀλλ᾿ ὦ παρθένε αὐτάγγελε, τοῦ μὲν ποιητοῦ ἀκούομεν, σὲ δὲ ζητοῦντες οὐχ εὑρ´ομεν οὐδὲ τὸ σῆμα τὸ Μίδου.
ὕδατα δὲ ἐκεῖνα καὶ δένδρα ἔτι μὲν νάει τε καὶ θάλλει, χρόνῳ δὲ καὶ ταῦτα μετὰ τῶν ἄλλων ἐοίκεν ἐπιλείψειν, ὡς Μίδας, ὡς παρθένος. ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ᾿ ἦν, ἵππῳ δὲ Πόδαργος, καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης. τίς οὖν οἶδεν Ἑλλήνων οὐχ ὅτι τὸν ἵππον, ἀλλ᾿ αὐτὸν τὸν Ἱππαίμονα· δοκῶ μὲν οὐδὲ Μαγνήτων, ὅθεν ἦν Ἰππαίμων. μὲν οὖν φροῦδος ἐξ ἀνθρώπων αὐτῷ Βάβητι καὶ Ποδάργῳ.
ἕτεροι δὲ ἑστᾶσι καὶ γιγνώσκονται, τὴν δὲ ἐπιγραφὴν ἔχουσιν ἑτέρων, καὶ τὸ γιγνόμενόν ἐστιν οἱο῀ν ἐν τοῖς μέλεσιν ἀντίσπαστον τὸ μὲν ἐπίγραμμα ῥωμαϊ´ζει, καὶ τρόπον τινὰ ἀντιδιδάσκουσιν οἱ ποιηταί: τρόπον μὲν Ἑλλήνων ἔχουσι, τύχας δὲ Ῥωμαίων.
ἐθεασάμην καὶ τὸν Ἀλκιβιάδην τὸν καλὸν τὸν Κλεινίου, οὐκ οἶδ᾿ ὅπου, πλὴν ἐθεασάμην ἐν καλῷ τῆς Ἑλλάδος ἐπιγραφὴν ἔχοντα Χαλκοπώγωνος, ἕτερον δὲ περικεκομμένον τὼ χεῖρε, ὃς ἐλέγετο τῆς Πολυκλέους τέχνης εἶναι: ὁρ´αμα δεινόν, ὦ Γῆ καὶ Ἥλιε, Ἀλκιβιάδης πεπηρωμένος. οἶδα δ᾿ ἐγὼ καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα δουλεύσαντας ἐν Πέρσαις, καὶ Δημητρίου τοῦ Φαληρέως πεντακοσίους ἀνδριάντας καὶ χιλίους ὑπὸ Ἀθηναίων μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ πάντας καθῃρημένους.
ἐτόλμησαν δὲ καὶ Φιλίππου τοῦ βασιλέως ἀμίδας κατασκεδάσαι. Ἀθηναῖοι μὲν οὖν τῆς εἰκόνος οὖρον κατέχεον, ἐκεῖνος δὲ τῆς πόλεως αἷμα καὶ τέφραν καὶ κονίαν.
καὶ γὰρ ἦν νεμεσητὸν τὸν αὐτὸν ἄνδρα νῦν μὲν ἐν θεοῖς λέγειν, νῦν δ᾿ οὐδ᾿ ἐν ἀνθρώποις. εἶτα ἐγὼ ταῦτα ἐπιστάμενος ὅτι οἱ ἄνθρωποι οὐδὲ τῶν θεῶν φείδονται, ἀνδριάντος ὑμῖν φροντίσαι δοκῶ·
καὶ τοὺς μὲν ἄλλους σιγήσειν μοι δοκῶ, ἀλλὰ τὸν Ἴσθμιον, τὸν ἀγωνοθέτην τὸν ὑμέτερον, Μόμμιος ἐκ βάθρων ἀνασπάσας ἀνέθηκε τῷ Διί, φεῦ τῆς ἀμαθίας, τὸν ἀδελφὸν ὡς ἀνάθημα, ἄνθρωπος ἀπαίδευτος καὶ μηδενὸς τῶν καλῶν πεπειραμένος. ὃς Φίλιππον μὲν τὸν Ἀμύντου, ὃν ἐκ Θεσπιῶν ἔλαβεν, ἐπέγραψε Δία καὶ τοὺς ἐκ Φενεοῦ νεανίσκους τὸν μὲν Νέστορα, τὸν δὲ Πρίαμον.
ὁ δὲ δῆμος ὁ τῶν Ῥωμαίων τοὺς ἐξ ἐκείνου ὁρᾶν ᾤοντο, ὁρῶν Ἀρκάδας ἐκ Φενεοῦ. ταῦτα μὲν οὖν ἔξεστι καὶ γελᾶν.
σπουδῇ δέ μοι ἐπελήλυθεν Ἀγησίλαον τὸν βασιλέα τῶν Λακεδαιμονίων τῆς γνώμης μακαρίσαι, ὅστις οὔποτε ἠξίωσεν οὔτε πλαστὰν οὔτε μιμηλὰν τοῦ σώματος ποιήσασθαι, οὐχ ὅτι χωλὸς ἦν, ὥς φασι, καὶ μικρός, ῾τί γὰρ ἐκώλυε μέγαν εἶναι τὸν ἀνδριάντα· τί γὰρ ἀρτίπουν, ὥσπερ τὸν Εὐφράνορος Ἥφαιστον· τὰς ἀνθρωπίνας τύχας ἐκτείνειν μηδὲ κινδυνεύειν περὶ τῷ σώματι κατὰ λίθον καὶ χαλκόν.
εἴθε γὰρ εἰή καὶ τοῦ σώματος ἀπηλλάχθαι. χαιρέτω δ᾿ ὁ Δαίδαλος καὶ τὰ Δαιδάλου μιμηλὰ τεχνήματα:
ἄδην Προμηθέως, ἄδην πηλοῦ. καίτοι καὶ τὸ σῶμα τῶν γενναίων φασὶν ἀλλότριον εἶναι ,ἐπειὴ μάλα πολλὰ μεταξὺ ῾σώματός τε καὶ ψυχῆς. ὁ μὲν γὰρ οὐκ ἔστιν οὐδὲ φροντίζει τοῦ σώματος κάμνοντος. ἐμαίνετο Καμβύσης ὡς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα τὸν νεκρὸν αὐτοῦ κεντῶν τε καὶ μαστιγῶν. μὲν αὑτοῦ νεκρὸν ἀποκρύψαι, ἄλλον δ᾿ ἀντ᾿ αὐτοῦ ὑποβαλεῖν, καὶ τοῦτον εἶναι τὸν Καμβύσῃ περιπεσόντα.
ἀλλ᾿, ὦ Αἰγύπτιοί τε καὶ Καμβύση, εἴτε ἄλλος τις ἦν ὁ ταῦτα παθὼν εἴτε αὐτὸς Ἄμασις ἦν, τύπος ἦν ἄναιμος, ἄσαρκος, ἄψυχος.
τοῦτον, εἴ σοι φίλον, ἕλκε καὶ σπάραττε καὶ κέντρου, Ἄμασιν δὲ οἰ κατείληφας.
ἕτερος δέ τις ζῶν, ἐμπνέων, αἰσθανόμενος, Πτίσσε πτίσς᾿, ἔφη, τὸν Ἀναξάρχου θύλακον: Ἀνάξαρχον γὰρ οὐ πτίσσεις. οὗτος γὰρ ἁνὴρ ἐμπεσὼν μὲν εἰς ὅλμον, τυπτόμενος δὲ τοῖς ὑπέροις, αὐτὸς οὐκ ἔφη πτίσσεσθαι, ἀλλὰ τῶν αὑτοῦ ὅπερ ἔτυχε περικείμενος: ὥσπερ φασὶ Περσῶν τοὺς ὁμοτίμους λαμβάνειν πληγάς, ἀντὶ τοῦ σώματος τὸν κάνδυν. Πέρσαι μὲν οὖν ἐπὶ τούτῳ δυσφοροῦσιν:
Ἕλλην δ᾿ ἀνὴρ παρεῖχε τύπτειν τὸ σῶμα ὡς κάνδυν : ἡμεῖς δ᾿ οὐ παρέχωμεν τὸν ἀνδριάντα χωνεύειν, κἂν αἰσθάνηται· νῦν δ᾿ ὁ μὲν κρείσσων αἰσθήσεως, ἐγὼ δὲ κατὰ τὴν Εὐριπίδου Λαοδάμειαν οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον.
βούλομαι οὖν αὐτὸν ὡς αἰσθανόμενον παραμυθήσασθαι. ὦ λόγων ἐμῶν σιγηλὸν εἴδωλον, οὐ φαίνῃ· οὐδὲ γὰρ ὁ πρὸ σοῦ Ἀριστέης: ὧδε γὰρ ἔσχε κἀκείνῳ, ὡς ἐμοὶ εἰκάσθη, ἀναστῆναι μὲν αὐτὸν ὑπὸ τῶν Προκοννησίων, ἀφανισθῆναι δὲ ὑπὸ τῶν ἐχθρῶν: λόγον δ᾿ ὑπὸ τῶν αὐτῶν τούτων διαδοθῆναι, ὡς οὔτε ζῶν οὔτε τεθνεὼς φαίνοιτο Ἀριστέης. ἀλλὰ καὶ τότε καὶ νῦν καὶ πρὸς ἅπαντα τὸν χρόνον ἔζη Ἀριστέης.
μνάσεσθαί τινά φαμι καὶ ἕτερον ἀμμέων.
πάνυ γὰρ καλῶς εἶπεν ἡ Σαπφώ: καὶ πολὺ κάλλιον Ἡσίοδος, φήμη δ᾿ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι: θεός νύ τίς ἐστι καὶ αὐτή. ἐγώ σε ἀναστήσω παρὰ τῇ θεῷ, ὅθεν οὐδείς σε μὴ καθέλῃ, οὐ σεισμός, οὐκ ἄνεμος, οὐ νιφετός, οὐκ ὄμβρος, οὐ φθόνος, οὐκ ἐχθρός, ἀλλὰ καὶ νῦν σε καταλαμβάνω ἑστηκότα. λάθα μὲν γὰρ ἤδη τινὰς καὶ ἑτέρους ἔσφηλε καὶ ἐψεύσατο, γνώμη δ᾿ ἀνδρῶν ἀγαθῶν οὐδένα, ᾗ κατ᾿ ἄνδρα μοι ὀρθὸς ἕστηκας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기